Kitap 6
41.5
εἶθ’ ὁμοθυμαδὸν ἅπαντες ὥρμησαν ἐπὶ τὰς τῶν θεοσεβῶς οἰκίας, καὶ οὓς ἐγνώριζον ἕκαστοι γειτνιῶντας, ἐπεισπεσόντες ἦγον ἐσύλων τε καὶ διήρπαζον, τὰ μὲν τιμιώτερα τῶν κειμηλίων νοσφιζόμενοι, τὰ δὲ εὐτελέστερα καὶ ὅσα ἐκ ξύλων ἐπεποίητο διαρριπτοῦντες καὶ κατακάοντες ἐν ταῖς ὁδοῦ ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν
41.6
ἐξέκλινον δὲ καὶ ὑπανεχώρουν οἱ ἀδελφοὶ καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὁμοίως ἐκείνοις οἷς καὶ Heb. 10, 34 Παῦλος ἐμαρτύρησεν, μετὰ χαρᾶς προσεδέξαντο καὶ οὐκ οἶδ’ εἴ τις, πλὴν εἰ μή πού τις εἶς ἐμπεσών μέχρι γε τούτου τὸν κύριον ἠρνήσατο.
41.7
Ἀλλὰ καὶ τὴν θαυμασιωτάτην τότε παρθένον πρεσβῦτιν Ἀπολλωνίαν διαλαβόντες, τοὺς μὲν ὀδόντας ἅπαντας κόπτοντες τὰς σιαγόνας ἐξήλασαν, πυρὰν δὲ νήσαντες πρὸ τῆς πόλεως ζῶσαν ἠπείλουν κατακαύσειν, εἰ μὴ συνεκφωνήσειεν αὐτοῖς τὰ τῆς ἀσεβείας κηρύγματα. ἡ δὲ ὑποπαραιτησαμένη βραχὺ καὶ ἀνεθεῖσα, συντόνως ἐπήδησεν εἰς τὸ πῦρ, καὶ καταπέφλεκται.
41.8
Σεραπίωνά τε καταλαβόντες ἐφέστιον, σκληραῖς βασάνοις αἰκισάμενοι καὶ πάντα τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ κατέρριψαν.
41.8
Οὐδεμία δὲ ὁδός, οὐ λεωφόρος, οὐ στενωπὸς ἡμῖν βάσιμος ἦν, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέραν, ἀεὶ καὶ πανταχοῦ πάντων κεκραγότων, εἰ μὴ τὰ δύσφημά τις ἀνυμνοίη ῥήματα, τοῦτον εὐθέως δεῖν σύρεσθαί τε καὶ πίμπρασθαι. καὶ ταῦτα ἐπὶ πολὺ μὲν τοῦτον ἤκμασεν τὸν τρόπον,
41.9
διαδεξαμένη δὲ τοὺς ἀθλίους ἡ στάσις καὶ πόλεμος ἐμφύλιος τὴν καθ’ ἡμῶν ὠμότητα πρὸς ἀλλήλους αὐτῶν ἔτρεψεν, καὶ σμικρὸν μὲν προσανεπνεύσαμεν, ἀσχολίαν τοῦ πρὸς ἡμᾶς θυμοῦ λαβόντων, εὐθέως δὲ ἡ τῆς βασιλείας ἐκείνης τῆς εὐμενεστέρας ἡμῖν μεταβολὴ διήγγελται, καὶ πολὺς ὁ τῆς ἐφ’ ἡμᾶς ἀπειλῆς φόβος ἀνετείνετο.
41.10
καὶ δὴ καὶ παρῆν τὸ πρόσταγμα, αὐτὸ σχεδὸν ἐκεῖνο οἷον τὸ προρρηθὲν ὑπὸ τοῦ κυρίου ἡμῶν παρὰ βραχὺ τὸ φοβερώτατον, ὡς, εἰ Matt. 24, 24 δυνατόν, σκανδαλίσαι καὶ τοὺς ἐκλεκτούς.