Thesauros Edebiyat theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Kitap 7

30.5 ἔμελλεν δὲ καὶ νῦν ὁ Φιρμιλιανὸς εἰς τὴν Ἀντιόχειαν διαβήσεσθαι καὶ μέχρι γε Ταρσῶν ἧκεν, ἅτε τῆς ἀρνησιθέου κακίας αὐτοῦ πεῖραν εἰληφώς· ἀλλὰ γὰρ μεταξύ, συνεληλυθότων ἡμῶν καὶ καλούντων καὶ ἀναμενόντων, ἄχρι ἂν ἔλθῃ, τέλος ἔσχεν τοῦ βίου.
30.6 Μεθ’ ἕτερα δ’ αὖθις τὸν βίον τοῦ αὐτοῦ οἵας ἐτύγχανεν ἀγωγῆς, διαγράφουσιν ἐν τούτοις· ὅπου δὲ ἀποστὰς τοῦ κανόνος, ἐπὶ κίβδηλα καὶ 1 Cor. 5, 12 νόθα διδάγματα μετελήλυθεν, οὐδὲν δεῖ τοῦ ἔξω ὄντος τὰς πράξεις κρίνειν,
30.7 οὐδ’ ὅτι πρότερον πένης ὢν καὶ πτωχὸς καὶ μήτε παρὰ πατέρων παραλαβὼν μηδεμίαν εὐπορίαν μήτε ἐκ τέχνης ἤ τινος ἐπιτηδεύματος κτησάμενος, νῦν εἰς ὑπερβάλλοντα πλοῦτον ἐλήλακεν ἐξ ἀνομιῶν καὶ ἱεροσυλιῶν καὶ ὧν αἰτεῖ καὶ σείει τοὺς ἀδελφούς, καταβραβεύων τοὺς ἀδικουμένους καὶ ὑπισχνούμενος βοηθήσειν μισθοῦ, ψευδόμενος δὲ καὶ τούτους καὶ μάτην καρπούμενος τὴν τῶν ἐν πράγμασιν ὄντων ἑτοιμότητα πρὸς τὸ διδόναι ὑπὲρ ἀπαλλαγῆς τῶν 1 Tim. 6, 5 ἐνοχλούντων, πορισμὸν ἡγούμενος τὴν θεοσέβειαν· Rom. 12, 16; 1 Tim. 6, 17 οὔτε ὡς ὑψηλὰ φρονεῖ καὶ ὑπερῆρται,
30.8 κοσμικὰ ἀξιώματα ὐποδυόμενος καὶ δουκηνάριος μᾶλλον ἢ ἐπίσκοπος θέλων καλεῖσθαι καὶ σοβῶν κατὰ τὰς ἀγορὰς καὶ ἐπιστολὰς ἀναγινώσκων καὶ ὑπαγορεύων ἅμα βαδίζων δημοσίᾳ καὶ δορυφορούμενος, τῶν μὲν προπορευομένων, τῶν δ’ ἐφεπομένων, πολλῶν τὸν ἀριθμόν, ὡς καὶ τὴν πίστιν φθονεῖσθαι καὶ μισεῖσθαι διὰ τὸν ὄγκον αὐτοῦ καὶ τὴν ὑπερηφανίαν τῆς καρδίας·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi