Kitap 7
32.8
τοῦ πυροῦ, φασίν, τοῖς πολιορκουμένοις. ἐπιλελοιπότος, ὡς ἤδη τῶν ἔξωθεν πολεμίων μᾶλλον αὐτοῖς τὸν λιμὸν ἀφόρητον καθεστάναι, παρὼν ὁ δηλούμενος οἰκονομεῖταί τι τοιοῦτον. θατέρου μέρους τῆς πόλεως τῷ Ῥωμαϊκῷ συμμαχοῦντος στρατῷ ταύτῃ τε τυγχάνοντος ἀπολιορκήτου, τὸν Εὐσέβιον (ἔτι γὰρ εἶναι τότε αὐτόθι πρὸ τῆς ἐπὶ Συρίαν μεταναστάσεως), ἐν τοῖς ἀπολιορκήτοις ὄντα μέγα τε κλέος καὶ διαβόητον ὄνομα μέχρι καὶ τοῦ Ῥωμαίων στρατηλάτου κεκτημένον, περὶ τῶν λιμῷ διαφθειρομένων κατὰ τὴν πολιορκίαν πέμψας ὁ Ἀνατόλιος ἐκδιδάσκει·
32.9
ὃ δὲ μαθών, σωτηρίαν τοῖς ἀπὸ τῶν πολεμίων αὐτομόλοις παρασχεῖν ὡς ἐν μεγίστῃ χάριτι δωρεᾶς τὸν Ῥωμαίων στρατηγὸν αἰτεῖται, καὶ τῆς ἀξιώσεώς γε τυχὼν ἐμφανὲς τῷ Ἀνατολίῳ καθίστησιν. ὃ δὲ αὐτίκα τὴν ἐπαγγελίαν δεξάμενος, βουλὴν τῶν Ἀλεξανδρέων συναγαγών, τὰ μὲν πρῶτα πάντας ἠξίου φιλικὴν δοῦναι Ῥωμαίοις δεξιάν, ὡς δ’ ἀγριαίνοντας ἐπὶ τῷ λόγῳ συνεῖδεν, ἀλλ’ οὐ τούτῳ γε, φησίν, ἀντιλέξειν ποθ’ ὑμᾶς οἴομαι, εἰ τοὺς περιττοὺς καὶ ἡμῖν αὐτοῖς οὐδαμῇ χρησίμους, γραΐδας καὶ νήπια καὶ πρεσβύτας, ἐκδοῦναι πυλῶν ἔξω βαδίζειν ὅποι καὶ βούλοιντο, συμβουλεύσαιμι. τί γὰρ δὴ τούτους εἰς μάτην, ὅσον οὔπω τεθνηξομένους, παρ’ ἑαυτοῖς ἔχομεν; τί δὲ τοὺς ἀναπήρους καὶ τὰ σώματα λελωβημένους τῷ λιμῷ κατατρύχομεν, τρέφειν δέον μόνους ἄνδρας καὶ νεανίας καὶ τὸν ἀναγκαῖον πυρὸν τοῖς ἐπὶ φυλακῇ τῆς πόλεως ἐπιτηδείοις ταμιεύεσθαι; τοιούτοις τισὶν λογισμοῖς πείσας τὸ συνέδριον,
32.10
ψῆφον πρῶτος ἀναστὰς ἐκφέρει πᾶν τὸ τῇ στρατείᾳ μὴ ἐπιτήδειον εἴτε ἀνδρῶν εἴτε γυναικῶν γένος ἀπολύειν τῆς πόλεως, ὅτι μηδὲ καταμένουσιν αὐτοῖς καὶ εἰς ἄχρηστον ἐν τῇ πόλει διατρίβουσιν ἐλπὶς ἂν γένοιτο σωτηρίας, πρὸς τοῦ λιμοῦ διαφθαρησομένοις.