Thesauros Edebiyat theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Kitap 8

Τάδε καὶ ἡ ὀγδόη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας

arg Α Περὶ τῶν πρὸ τοῦ καθ’ ἡμᾶς διωγμοῦ.
arg Β Περὶ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως.
arg Γ Περὶ τοῦ τρόπου τῶν κατὰ τὸν διωγμὸν ἠγωνισμένων.
arg Δ Περὶ τῶν ἀοιδίμων τοῦ θεοῦ μαρτύρων, ὡς πάντα τόπον ἔπλησαν τῆς ἑαυτῶν μνήμης, ποικίλους τοὺς ὑπὲρ εὐσεβείας ἀναδησάμενοι στεφάνους.
arg Ε Περὶ τῶν κατὰ Νικομήδειαν.
arg Σ Περὶ τῶν κατὰ τοὺς βασιλικοὺς οἴκους.
arg Ζ Περὶ τῶν κατὰ Φοινίκην Αἰγυπτίων.
arg Η Περὶ τῶν κατὰ τὴν Αἴγυπτον.
arg Θ Περὶ τῶν κατὰ Θηβαΐδα.
arg Ι Φιλέου μάρτυρος περὶ τῶν κατ’ Ἀλεξάνδρειαν πεπραγμένων ἔγγραφοι διδασκαλίαι.
arg ΙΑ Περὶ τῶν κατὰ Φρυγίαν.
arg ΙΒ Περὶ πλείστων ἑτέρων ἀνδρῶν τε καὶ γυναικῶν διαφόρως ἠγωνισμένων.
arg ΙΓ Περὶ τῶν τῆς ἐκκλησίας προέδρων τῶν τὸ γνήσιον ἧς ἐπρέσβευον εὐσεβείας διὰ τοῦ σφῶν αἵματος ἐπιδεδειγμένων.
arg ΙΔ Περὶ τοῦ τρόπου τῶν τῆς εὐσεβείας ἐχθρῶν.
arg ΙΕ Περὶ τῶν τοῖς ἐκτὸς συμβεβηκότων.
arg ΙΣ Περὶ τῆς ἐπὶ τὸ κρεῖττον τῶν πραγμάτων μεταβολῆς.
arg ΙΖ Περὶ τῆς τῶν κρατούντων παλινῳδίας.
praef.1 Τὴν τῶν ἀποστόλων διαδοχὴν ἐν ὅλοις ἑπτὰ περιγράψαντες βιβλίοις, ἐν ὀγδόῳ τούτῳ συγγράμματι τὰ καθ’ ἡμᾶς αὐτούς, οὐ τῆς τυχούσης ἄξια ὄντα γραφῆς, ἕν τι τῶν ἀναγκαιοτάτων ἡγούμεθα δεῖν εἰς γνῶσιν καὶ τῶν μεθ’ ἡμᾶς παραδοῦναι, καὶ ἄρξεταί γε ὁ λόγος ἡμῖν ἐντεῦθεν.
1.1 Ὅσης μὲν καὶ ὁποίας πρὸ τοῦ καθ’ ἡμᾶς διωγμοῦ δόξης ὁμοῦ καὶ παρρησίας ὁ διὰ Χριστοῦ τῷ βίῳ κατηγγελμένος τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας λόγος παρὰ πᾶσιν ἀνθρώποις, Ἕλλησί τε καὶ βαρβάροις, ἠξίωτο, μεῖζον ἢ καθ’ ἡμᾶς ἐπαξίως διηγήσασθαι·
1.2 τεκμήρια δ’ ἂν γένοιτο τῶν κρατούντων αἱ περὶ τοὺς ἡμετέρους δεξιώσεις, οἷς καὶ τὰς τῶν ἐθνῶν ἐνεχείριζον ἡγεμονίας, τῆς περὶ τὸ θύειν ἀγωνίας κατὰ πολλὴν ἣν ἀπέσῳζον περὶ τὸ δόγμα φιλίαν αὐτοὺς ἀπαλλάττοντες.
1.3 τί δεῖ περὶ τῶν κατὰ τοὺς βασιλικοὺς λέγειν οἴκους καὶ τῶν ἐπὶ πᾶσιν ἀρχόντων; οἳ τοῖς οἰκείοις εἰς πρόσωπον ἐπὶ τῷ θείῳ παρρησιαζομένοις λόγῳ τε καὶ βίῳ συνεχώρουν, γαμεταῖς καὶ παισὶ καὶ οἰκέταις, μόνον οὐχὶ καὶ ἐγκαυχᾶσθαι ἐπὶ τῇ παρρησίᾳ τῆς πίστεως ἐπιτρέποντες· οὓς ἐξόχως καὶ μᾶλλον τῶν συνθεραπόντων ἀποδεκτοὺς ἡγοῦντο οἷος ἐκεῖνος ἦν Δωρόθεος,
1 / 30 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi