Thesauros Edebiyat theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Kitap 9

Τάδε καὶ ἡ ἐνάτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας

arg Α Περὶ τῆς ἐπιπλάστου ἀνέσεως.
arg Β Περὶ τῆς μετέπειτα διαστροφῆς.
arg Γ Περὶ τοῦ κατὰ Ἀντιόχειαν νεοπαγοῦς ξοάνου.
arg Δ Περὶ τῶν καθ’ ἡμῶν ψηφισμάτων.
arg Ε Περὶ τῶν ἐπιπλάστων ὑπομνημάτων.
arg Σ Περὶ τῶν ἐν τῷδε τῷ χρόνῳ μεμαρτυρηκότων.
arg Ζ Περὶ τῆς καθ’ ἡμῶν ἐν στήλαις ἀνατεθείσης γραφῆς.
arg Η Περὶ τῶν μετὰ ταῦτα συμβεβηκότων ἐν λιμῷ καὶ λοιμῷ καὶ πολέμοις.
arg Θ Περὶ τῆς τῶν τυράννων καταστροφῆς τοῦ βίου, καὶ οἵαις ἐχρήσαντο πρὸ τῆς τελευτῆς φωναῖς.
arg Ι Περὶ τῆς τῶν θεοφιλῶν βασιλέων νίκης.
arg ΙΑ Περὶ τῆς ὑστάτης ἀπωλείας τῶν τῆς θεοσεβείας ἐχθρῶν.
1.1 Τὰ μὲν δὴ τῆς παλινῳδίας τοῦ προτεθέντος βασιλικοῦ νεύματος ἥπλωτο τῆς Ἀσίας πάντῃ καὶ πανταχοῦ κατά τε τὰς ἀμφὶ ταύτην ἐπαρχίας· ὧν τοῦτον ἐπιτελεσθέντων τὸν τρόπον Μαξιμῖνος, ὁ ἐπ’ ἀνατολῆς τύραννος, δυσσεβέστατος εἰ καί τις ἄλλος, καὶ τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας πολεμιώτατος γεγονώς, οὐδαμῶς τοῖς γραφεῖσιν ἀρεσθείς, ἀντὶ τοῦ προτεθέντος γράμματος λόγῳ προστάττει τοῖς ὑπ’ αὐτὸν ἄρχουσιν τὸν καθ’ ἡμῶν ἀνεῖναι πόλεμον. ἐπεὶ γὰρ αὐτῷ μὴ ἐξῆν ἄλλως τῇ τῶν κρειττόνων ἀντιλέγειν κρίσει, τὸν προεκτεθέντα νόμον ἐν παραβύστῳ θεὶς καὶ ὅπως ἐν τοῖς ὑπ’ αὐτὸν μέρεσιν μὴ εἰς προῦπτον ἀχθείη, φροντίσας, ἀγράφῳ προστάγματι τοῖς ὑπ’ αὐτὸν ἄρχουσιν τὸν καθ’ ἡμῶν διωγμὸν ἀνεῖναι προστάττει· οἳ δὲ τὰ τῆς παρακελεύσεως ἀλλήλοις διὰ γραφῆς ὑποσημαίνουσιν.
1.2 ὁ γοῦν παρ’ αὐτοῖς τῷ τῶν ἐξοχωτάτων ἐπάρχων ἀξιώματι τετιμημένος Σαβῖνος πρὸς τοὺς κατ’ ἔθνος ἡγουμένους τὴν βασιλέως ἐμφαίνει γνώμην διὰ Ῥωμαϊκῆς ἐπιστολῆς· ἧς καὶ αὐτῆς ἡ ἑρμηνεία τοῦτον περιέχει τὸν τρόπον·
1.3 Λιπαρωτάτῃ καὶ καθωσιωμένῃ σπουδῇ ἡ θειότης τῶν δεσποτῶν ἡμῶν θειοτάτων αὐτοκρατόρων πάντων τῶν ἀνθρώπων τὰς διανοίας πρὸς τὴν ὁσίαν καὶ ὀρθὴν τοῦ ζῆν ὁδὸν περιαγαγεῖν ἔτι πάλαι ὥρισεν, ὅπως καὶ οἱ ἀλλοτρίᾳ Ῥωμαίων συνηθείᾳ ἀκολουθεῖν δοκοῦντες τὰς ὀφειλομένας θρῃσκείας τοῖς ἀθανάτοις θεοῖς ἐπιτελοῖεν·
1 / 23 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi