Thesauros Edebiyat theology Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων

Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων

Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων Basil Saint, Bishop of Caesarea approximately 329-379
8.1 Ἀλλ’ ὅπερ ἐξ ἀρχῆς ἔλεγον, πάλιν εἰς ταὐτὸν ἐπανίωμεν. οὐ πάντα ἑξῆς παραδεκτέον ἡμῖν, ἀλλ’ ὅσα χρήσιμα. καὶ γὰρ αἰσχρὸν τῶν μὲν σιτίων τὰ βλαβερὰ διωθεῖσθαι, τῶν δὲ μαθημάτων, ἃ τὴν ψυχὴν ἡμῶν τρέφει, μηδένα λόγον ἔχειν, ἀλλ’ ὥσπερ χειμάρρουν παρασύροντας ἅπαν τὸ προστυχὸν ἐμβάλλεσθαι.
8.2 καίτοι τίνα ἔχει λόγον κυβερνήτην μὲν οὐκ εἰκῆ τοῖς πνεύμασιν ἐφιέναι, ἀλλὰ πρὸς ὅρμους εὐθύνειν τὸ σκάφος· καὶ τοξότην κατὰ σκοποῦ βάλλειν· καὶ μὲν δὴ καὶ χαλκευτικόν τινα ἢ τεκτονικὸν ὄντα τοῦ κατὰ τὴν τέχνην ἐφίεσθαι τέλους· ἡμᾶς δὲ καὶ τῶν τοιούτων δημιουργῶν ἀπολείπεσθαι, πρός γε τὸ συνορᾶν δύνασθαι τὰ ἡμέτερα;
8.3 οὐ γὰρ δὴ τῶν μὲν χειρωνακτῶν ἐστί τι πέρας τῆς ἐργασίας, τοῦ δὲ ἀνθρωπίνου βίου σκοπὸς οὐκ ἔστι, πρὸς ὃν ἀφορῶντα πάντα ποιεῖν καὶ λέγειν χρὴ τόν γε μὴ τοῖς ἀλόγοις παντάπασι προσεοικέναι μέλλοντα; ἢ οὕτως ἂν εἴημεν ἀτεχνῶς κατὰ τῶν πλοίων τὰ ἀνερμάτιστα, οὐδενὸς ἡμῖν νοῦ ἐπὶ τῶν τῆς ψυχῆς οἰάκων καθεζομένου, εἰκῆ κατὰ τὸν βίον ἄνω καὶ κάτω περιφερόμενοι.
8.4 ἀλλ’ ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, εἰ δὲ βούλει, τῆς μουσικῆς· ἐκείνων εἰσὶ τῶν ἀγώνων αἱ μελέται, ὧνπερ οἱ στέφανοι πρόκεινται, καὶ οὐδείς καὶ οὐδεὶς add. editi antiqui. γε πάλην ἀσκῶν ἢ παγκράτιον, εἶτα κιθαρίζειν ἢ αὐλεῖν μελετᾷ.
8.5 οὔκουν ὁ Πολυδάμας γε· ἀλλ’ ἐκεῖνος πρὸ τοῦ ἀγῶνος τοῦ Ὀλυμπιάσι, τὰ ἅρματα ἵστη τρέχοντα, καὶ διὰ τούτων τὴν ἰσχὺν ἐκράτυνε. καὶ ὅ γε Μίλων ἀπὸ τῆς ἀληλειμμένης ἀσπίδος οὐκ ἐξωθεῖτο, ἀλλ’ ἀντεῖχεν ὠθούμενος, οὐχ ἧττον ἢ οἱ ἀνδριάντες οἱ τῷ μολύβδῳ συνδεδεμένοι.
8.6 καὶ ἁπαξαπλῶς αἱ μελέται αὐτοῖς παρασκευαὶ τῶν ἄθλων ἦσαν. εἰ δὲ τὰ Μαρσύου ἢ τὰ Ὀλύμπου τῶν Φρυγῶν περιειργάζοντο κρούματα, καταλιπόντες τὴν κόνιν καὶ τὰ γυμνάσια, ταχύ γ’ ἂν στεφάνων ἢ δόξης ἔτυχον ἢ διέφυγον τὸ μὴ καταγέλαστοι εἶναι κατὰ τὸ σῶμα;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi