43
Μάθε σὺ ὁ μονάζων καὶ πιστὸς ἄνθρωπος, καὶ τῆς εὐσεβείας ἐργάτης, καὶ διδάχθητι εὐαγγελικὴν πολιτείαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. ἀγγαρευόμενος, προστίθει διὰ τὸν Κύριον· ἀποστερούμενος, μὴ δικάζου· μισούμενος, ἀγάπα· διωκόμενος, ἀνέχου· βλασφημούμενος, παρακάλει. νεκρώθητι τῇ ἁμαρτίᾳ, σταυρώθητι τῷ Θεῷ· ὅλην τὴν μέριμναν μετάθες ἐπὶ τὸν Κύριον, ἵνα εὑρεθῇς ὅπου ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. ἐκείνοις σεαυτὸν τοῖς δικαίοις ἐπιθύμησον συναριθμηθῆναι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
Πρὸς μοναχὸν ἐκπεσόνταAddit Regius 1908, sed manu recentiore, Ἀλέξιον. πρὸς διάκονον ἐκπεσόντa Cod. Colbert. 457.
44
Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. ἔτι γὰρ ἀπιστία με περιέχει, καὶ οὐκ ἐπέρχεταί μου εἰς τὴν καρδίαν τὸ τηλικοῦτον ἀτόπημα καὶ τὸ ἐπιχείρημα τὸ μέγα ὃ ἔπραξας, εἴ γε κατὰ τὸ φαινόμενον ἤδη πᾶσιν οὕτως ἔχει. θαυμάζω γὰρ πῶς ἡ τοσαύτη σοφία κατεπόθη, πῶς ἡ τοσαύτη ἀκρίβεια διελύθη, πόθεν ἡ τοσαύτη τύφλωσις περιεχύθη, πῶς μηδὲν τὸ σύνολον ἐννοήσας τοιαύτην καὶ τοσαύτην ἀπώλειαν ψυχῶν εἰργάσω. εἰ γὰρ ἀληθὲς τοῦτο, παραδέδωκας καὶ τὴν σαυτοῦ ψυχὴν τῷ βυθῷ, καὶ πάντων τῶν ἀκουόντων τὴν ἀσέβειαν ταύτην τὸν τόνον παρέλυσας. τὴν πίστιν ἠθέτησας,τὴν πίστιν ἠθέτησαςom. C, D. τοῦ ἀγῶνος τοῦ καλοῦ ἠστόχησας. διὸ ἀλγῶ ἐπὶ σοί. ποῖος γὰρ ἱερεὺς ἀκούων οὐ θρηνήσει; ποῖος ἐκκλησιαστικὸς οὐ κόπτεται; ποῖος λαϊκὸς οὐ σκυθρωπάζει; ποῖος ἀσκητὴς οὐ πενθεῖ; τάχα καὶ ὁ ἥλιος ἐσκότασεν ἐπὶ τῷ σῷ πτώματι, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐσαλεύθησαν ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐδάκρυσαν καὶ οἱ ἀναίσθητοι λίθοι ἐπὶ τῇ σῇ μανίᾳ, ἔκλαυσαν δὲ καὶ οἱ ἐχθροὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀνομίας σου.