44
Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεόν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως, ἐπᾶρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. ἴσχυσον ἐκ γῆς ἐπαναστῆναι. μνήσθητι τοῦ ἀγαθοῦ ποιμένος, ὅτι καταδιώκων ἐξελεῖταί σε. κἂν ᾖεἰ C, D. δύο σκέλη, ἢ λοβὸς ὠτίου, ἀποπήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, ὅτι ὁ πίπτων ἀνίσταται, καὶ ὁ ἀποστρέφων ἐπιστρέφει· ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται. οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς.
44
Καιρὸς ἀνοχῆς ἐστί, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. ὠλίσθησας; ἐξεγείρου. ἥμαρτες; ἡσύχασον. μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. ὅρα οὖν μή ποτε, συνθήκας βουλόμενός τινων φυλάττειν, παραβῇς τὰς πρὸς τὸντὸνom. C, D. Θεὸν συνθήκας, ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. μὴ οὖν διά τινας λογισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρός με. ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. μὴ ἀναπέσῃς· μνήσθητι ἡμερῶν ἀρχαίων. ἔστι σωτηρία, ἔστι διόρθωσις. θάρσει, μὴ ἀπελπίσῃς. οὐκ ἔστι νόμος καταδικάζων τὸν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις ὑπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει ὁ νυμφίος· οὐ κυριεύει ἁμαρτία. ἀναπάλαισον πάλιν· μὴ κατοκνήσῃς· καὶ σεαυτὸν οἰκτείρησον καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Πρὸς μονάζοντα ἐκπεσόντα