46
Ἀλλὰ σὺ τῆς θείας ἐκείνης συναφείαςσυναφείας κοινωνίας A, B, C, D. τὸν ζυγὸν ἀποῤῥίψασα,ἀπορρήξασα C, D. καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶἐπειδὴ E. οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς,ἀποφύγῃς E. οὐδέ τίς ἐστίἐστίom. E. σοι τρόπος οὐδὲτρόπος οὐδὲ om. E. μηχανὴ τὸ δεινὸν τοῦτο συγκαλύψαι, ὁμόσε τῇ τόλμῃ χωρεῖς. καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν ἀληθινὸν νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, ἣ πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα.
46
Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. μνήσθητι τῆς σεμνῆς συνοδίας, καὶ ἱεροῦ παρθένων χοροῦ, καὶ συναγωγῆς Κυρίου, καὶ Ἐκκλησίας ὁσίων· καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἔτιἔτι ἄρτι ἢ τότε A, B, C, D. καὶ ἀκμαζούσης τὴν ἀρετήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης, καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τὰ τῆς συνηθείας·τὸ κράτος add. A. B, C, D. καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείναςἐκείνης A, B, C, D. μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνωςφιλοτίμως E. ἐκκαλουμένης. μνήσθητι τούτων, καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετʼ ἐκείνων χορείας, καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς, καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος· μνήσθητι ἡμερῶν ἀθορύβων, καὶ νυκτῶν πεφωτισμένων, καὶ ᾠδῶνᾠδῶν A, C, D, E; ὁδῶν B et editi. πνευματικῶν, καὶ ψαλμῳδίας εὐήχου, καὶ προσευχῶν ἁγίων, καὶ ἁγνῆς καὶ ἀμιάντουκαὶ ἀμιάντουom. A, B, C, D. κοίτης, καὶ παρθενικῆς προόδου, καὶ ἐγκρατοῦς τραπέζης, καὶ καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι.καὶ καλῶς ... τηρηθῆναιom. A, B, C, D.