46
Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον· τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. Ὅτι διέλθετε, φησί, νήσους Χεττιείμ, καὶ ἴδετε· καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. ἡ δὲ παρθένος ἠλλάξατο τὴν δόξαν αὐτῆς, καὶ ἡ δόξααὐτῆς, καὶ ἡ δόξαom. A, B, C, D. ἐν τῇ αἰσχύνῃ αὐτῆς. ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. λέγει καὶ νῦν ὁ Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ἡ παρθένος· ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν τὸν ἅγιοντῶν ἁγίων A, B, C, D. ψυχῶν ἁγίων νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς, καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ.εἰς τὴν ἀνομίαν A, B, C, D. ἐμοῦ δὲ ἐπελάθετο, καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο, ἐξ οὗ οὐκ ὀφελεθήσεται.ἐξ οὗ οὐκ ὀφελεθήσεταιom. A, B, C,D, E.