46
Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς τὴν θάλασσαν, ἢ ὅτι ἐσκανδάλισε τὴν παρθένον ΚυρίουΚυρίουom. E. τις. δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη, ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιῤῥῖψαι; ἢἢom. A, B, C, D. ποῖος λῃστὴς ἐπὶἐπὶ εἰς E. τοσοῦτον ἀπονοίας προήχθη, ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατʼ εἰκόνα Θεοῦ πεποιημένην; τίς ἀπʼ αἰῶνος ἤκουσταιἤκουσεν E; ἠκούσθη A, B, C, D. ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας;τολμήσαντα E. ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας, καὶ τὸ πνεῦμα τῆς παρθενίας καθυβρίσας;ἐνυβρίσας A, B, C, D. ἀλλʼ ἐβούλετο, φησίν, ἐκείνη· καὶ οὐκ ἄκουσαν ἐβιασάμην αὐτήν.αὐτήνom. A, B, C, D. καὶ γὰρ ἡ δέσποινα ἡ ἄσωτος ἡ Αἰγυπτίαἡ Αἰγυπτίαom. C, D. αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη, ἀλλʼ οὐκ ἐνίκησε τὴν ἀρετὴν τοῦ σώφρονος ἡ μανία τῆς ἀκολάστου, οὐδὲ χερσὶν αὐτῆς βιαζομένης πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη. ἀλλʼ ἐκέκριτο ἐκείνῃ τοῦτο, φησίν, καὶ οὐκέτι ἦν παρθένος· καὶ εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη.διεφθάρη C, D. καὶ γὰρ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησίν, ἔδει παραδοθῆναι, ἀλλʼ οὐαὶ δι’ οὗ παρεδόθη· καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλʼ οὐαὶ δι’ οὗ ἔρχεται.ἔρχονται C, D.