46
Λάβε δὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις),μιώσεις E. καὶ συνοχήν, καὶ πνιγμόν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην,προμαστιγουμένην C, D. καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν,ὑποστρέφουσαν C, D. καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπʼ αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονταιἀναστήσονται E. οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπʼ ὄψινσοι add. E. ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησίν,ἐθεώρουν, φησίν ὅτι φησὶν ἐθεώρουν E. ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο,ἐκαθέζετο A, B, C, D. καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡςSic MSS. χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ, πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ.Sic MSS. κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντατὰ πάνταom. A, B. ἀθρόωςφανερῶς E. εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾄδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραί, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸςκλαθμὸς E. καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναιἐκδῦναι C. τὰ πικρὰ κολαστήρια.