49
Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, γράμμασιν ἐντυχὼν τῆςτῆς C, D, E; τὴν edd. εὐλαβείας ὑμῶν, καὶ εὔχομαι αὐτός τε τῆς ἐλπίδος, ἣν ἔχετε ἐφʼ ἡμῖν, ἄξιος εἶναι, καὶ ὑμᾶςἡμᾶς C. τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. ὑπερήσθημεν δέ, ὅτι καὶ μέριμναν πρέπουσαν Χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε, καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, Εὑπρέπειαν οίκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονὴν τὴν ἡτοιμασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσόμεθα, δηλονότι, τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ ἁγίου.
Ἰννοκεντίῳ ἐπισκόπῳἰνοκεντίῳ ἐπισκόπῳ Ῥώμης C, D, E.
50
Καὶ τίνι ἄλλῳ ἔπρεπε καὶ δειλοῖς θάρσος ἐμποιεῖν καὶ καθεύδοντας διυπνίζειν ἢ τῇ σῇ τοῦ ἡμετέρου Δεσπότου θεοσεβείᾳ, ὃς τὴν ἐν πᾶσι σεαυτοῦ τελειότητα καὶ ἐν τούτῳ ἐγνώρισας, τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπεινοῖς συγκαταβῆναι, ὡς ἀληθινὸς μαθητὴς τοῦ εἰπόντος ὅτι Ἐκεῖ εἰμὶ ἐν μέσῳ ὑμῶν, οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλʼ Ὡς ὁ διακονῶν; κατηξίωσας γὰρ καὶ αὐτὸς διακονῆσαι ἡμῖν τὴν σὴν πνευματικὴν εὐφροσύνην, καὶ τοῖς τιμίοις ἑαυτοῦ γράμμασιν ἀναλαβεῖν ἡμῶν τὰς ψυχάς, καὶ ὥσπερ παίδων νηπιότητα τῷ ἑαυτοῦ μεγέθει προσαγκαλίσασθαι.
50
Εὔχου οὖν (δεόμεθά σου τῆς ἀγαθῆς ψυχῆς) ἀξίους ἡμᾶς εἶναι καὶ ὑποδέχεσθαι τὰς παρὰ τῶν μεγάλων ὑμῶν ὠφελείας, καὶ λαμβάνειν στόμα καὶ σοφίαν εἰς τὸ τολμᾷν ἀντιφθέγγεσθαι ὑμῖν, τοῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀγομένοις, οὗ φίλον σε εἶναι καὶ δοξαστῆρα ἀληθινὸν ἀκούοντες, μεγάλην ἐπὶ τῇ στεῤῥᾷ σου καὶ ἀκλινεῖ περὶ τὸν Θεὸν ἀγάπῃ τὴν χάριν ὁμολογοῦμεν· εὐχόμενοι μετὰ τῶν ἀληθινῶν προσκυνητῶν εὑρεθῆναι ἡμῶν τὸ μέρος, ἐν οἷς πεπείσμεθα εἶναι καὶ τὴν σὴν τελειότητα, καὶ τοῦ μεγάλου καὶ ἀληθινοῦ ἐπισκόπου τοῦ πᾶσαν τὴν οἰκουμένην τοῦ ἰδίου πληρώσαντος θαύματος, τοῦ Κυρίου δεόμεθα.
Βοσπορίῳ ἐπισκόπῳβοσπορίῳ ἐπισκόπῳ κατὰ συκοφάντων C, D.