52
Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν περιηχήσασα, τοσοῦτον εὔφρανεν ἡμᾶς ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρηστότερα περὶπερὶom. A, B, C, D. τῆς εὐλαβείας ὑμῶν διηγησάμενος. ἔφη γάρ, τῇ τοῦ Θεοῦ χάριτι, πάντα ἐκεῖνα τὰ θρυλληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα οὐκ ἀκριβῶς τὴν καθʼ ὑμᾶς ἐπισταμένων ἀλήθειαν. προσετίθειπροσεπετίθει A, B, F. δὲ ὅτι καὶ διαβολὰς εὗρε παρʼ ὑμῖν καθʼ ἡμῶν ἀνοσίας, καὶ τοιαύτας οἵας ἂν εἴποιεν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ.τῆς δικαίας A, B, C, D, F. ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ αὐτός τε ἰαθεὶς τὴν ἐφʼ ὑμῖν βλάβην, ἥν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτεθεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκούσατε τοῦ ἀδελφοῦ ἡμῶν διαβεβαιωσαμένου.βεβαιωσαμένου A, B, C, D.