52
Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν τὸ ὁμοούσιον προσειρήκασιν. ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. εἰπόντες γὰρ φῶς ἐκ φωτός, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι,γεγεννῆσθαι D. οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον, παραδεικνύντες ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρός, οὗτος ἁρμόσειἁρμώσει F. καὶ ἐπὶ Υἱοῦ. φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινόν, κατʼ αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος,ἑκάτερον E. ὁμοούσιον εἶπανεἴποιεν ἂν E. δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν· ἀλλʼ ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται.
52
Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν. οὐ γὰρ αὐτὸ τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλʼ ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα.