55
Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσἡ̣̣̓ μακροθυμίας, καὶ ἐθαύμασα πῶς δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. οὔτε πρῶτοι, οὔτε μόνοι, Παρηγόριε,ὦ Γρηγόριε A, B, C, D. ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. ἀλλʼ ἀνάγνωθι τὸν ἐξενεχθέντα κανόνα τὸν ἐξενεχθέντα κανόνα τὸν κανόνα τὸν ἐξενεχθέντα A, B, C, D. παρὰ τῶν ἁγίων πατέρων ἡμῶν τῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι. ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικὸςγυναικῶν A, B, C, D. διαγωγῆς. ὡς ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶνταῖς A, B, C, D. γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθʼ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος.
55
Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει, ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ἃκαὶ add. A. B, C, D. ὡρίσαμεν, ἀλλʼ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢἢ B, C, D; εἰς editi. σκάνδαλον. οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον, ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρχει.ὑπάρξει A, B, C, D. τούτου ἕνεκεν προσετάξαμεν ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων πατέρων χωρισθῆναί σε τοῦ γυναίου.