56
Σὺ δὲ παῦσαι, ὦ ἄριστε, ἐπάγωνἐπάγωνom. A, B, C, D. ἐν μικροῖς ῥήμασι μεγάλας αἰτίας, οὐμενοῦν ἐχούσας ὑπερβολὴν εἰς κακίαν.παρεχόμενος add. A. B, C, D, F (supra alia m.). λήθη γὰρ φίλων, καὶ ὑπεροψία ἐκ δυναστείας ἐγγινομένη, πάντα ἔχει ὁμοῦ τὰ δεινά. εἴτε γὰρ οὐκ ἀγαπῶμεν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, οὐδὲ τὸν χαρακτῆρα ἐπικείμενον ἡμῖν ἔχομεν· εἴτε φρονήματος κενοῦ καὶ ἀλαζονείας ὑπεπλήσθημεν τυφωθέντες, ἐμπίπτομεν εἰς ἄφυκτον κρίμα τοῦ διαβόλου. ὥστε εἰ μὲν οὕτως ἔχων διανοίας περὶ ἡμῶν, τούτοις ἐχρήσω τοῖς ῥήμασιν, εὖξαι φυγεῖν ἡμᾶς τὴν πονηρίαν, ἣν ἐξεῦρες ἡμῶν ἐν τῷ τρόπῳ· εἰ δὲ συνηθείᾳ τινὶ ἀνεξετάστῳ ἐπὶ τῶν ῥημάτων ἦλθεν ἡ γλῶττα, ἑαυτοὺς παραμυθησόμεθα καὶ τὴν σὴν χρηστότητα τὰς ἐκ τῶν πραγμάτων μαρτυρίας προσθεῖναιπροσθῆναι F. παρακαλοῦμεν. ἐκεῖνο γὰρ εὖ ἴσθι, ὅτι ἡ παροῦσα φροντὶς ταπεινώσεως ἡμῖν γέγονεν ἀφορμή, ὥστε σοῦ τότε ἐπιλησόμεθα, ὅταν καὶ ἑαυτοὺς ἀγνοήσωμεν. μὴ τοίνυν ποτὲ τὰς ἀσχολίας σημεῖον τρόπου καὶ κακοηθείας ποιήσῃ.
Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας.Μελετίῳ ἐπισκόπῳ MSS.