59
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις κοινωνία Πνεύματος, εἴ τινατινα τις E. σπλάγχνα καὶ οἰκτιρμοί, πλήρωσον ἡμῶν τὴν εὐχήν· ἐνταῦθα στῆσον τὰ κατηφῆ, ἀρχήν τινα δὸς τοῖς φαιδροτέροις πρὸς τὸ ἑξῆς, αὐτὸς τοῖς ἄλλοις καθηγούμενος ἐπὶ τὰ βέλτιστα, ἀλλʼ οὐχὶ ἀκολουθῶν ἑτέρῳἑτέροις Harl. ἐφʼ ἃ μὴ δεῖ. καὶ γὰρ οὐδὲ σώματος χαρακτὴρ ἴδιος οὕτω τινὸς ἐνομίσθη, ὡς τῆς σῆς ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. πρέποιπρέπει E. δʼ ἂν οὖν τῷ τοιούτῳ τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτόν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσί σοι, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ σοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι. καὶ γὰρ εἴ τι καὶ ἀντιτεῖνόν ἐστι νῦν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸ τὸ τῆς εἰρήνης ἀγαθὸν ἐπιγνώσεται. ἕως δʼ ἂν ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον συναύξεσθαι. ἔστι μὲν οὖν οὐδὲ ἐκείνοις πρέπον ἀμελεῖν ἡμῶν, πάντων δὲ πλέον τῇ τιμιότητί σου. καὶ γὰρ εἰ μὲν ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι. τοῦτο δὲ ἄνευ συντυχίας ἀμήχανον. εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; ταῦτα μὲν δὴ οὖνδὴ οὖνom. E. τὰ τῆς ἰδίας ἐμαυτοῦ δικαιολογίαςδιστολογίας editi antiqi. προΐσχομαι.