61
Ἐνέτυχον τοῖς γράμμασι τῆς σῆς ὁσιότητος, δι’ ὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέναξας. καὶ ὠδυράμεθα μὲν τὴν ἡμετέρανἡμετέραν ἑαυτοῦ editi antiqi. πατρίδα, ὅτι τοιούτων κακῶν μήτηρ ἐστὶ καὶ τροφός· ὠδυράμεθα δὲ καὶ τὴν γείτονα τῆς ἡμετέραςὑμετέρας E. Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπολαύουσαν,ἀπολαύσασαν E. καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. τοῦτο ἦν ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον), καὶ οἱ ἄρχοντές σου οὐκοὐχί E. ἀπὸ νυκτὸς ἐσθίουσιν, ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοιϲ ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι, ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ.
61
Ἐγνωρίσθη δὲ καὶ τῇ ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται,ἡγήσαντο E. μὴ πυρός, μὴ ὕδατος, μὴδέ add. E.(supra m 1a). σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. ἀρκοῦσα δὲ αὐτῷ στήλη, καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ. οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες· πάντως δέ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραώ, ἀλλʼ εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσινἀντίδοσιν editi antiqi. οἴσει.
Τῇ Ἐκκλησίᾳ Παρνασσοῦ παραμυθητική