69
Ὃν καὶ ὑποδέξῃ δηλονότι, καὶ προσβλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ, καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰςτισί editi antiqi. τῶν αὐτόθεν σπουδαίων, ἐπὶ τὰ προκείμενα ὁδηγήσεις. ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης, ἐπισκέψασθαι τὰ ἐνταῦθα, καὶ δοῦναι γνώμην, ἵνʼ ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα, ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους ὑπενεγκεῖν,διενεγκεῖν editi antiqi. ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιαστρόφους τῶν παρʼ ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ, καὶ πάντα ἔχοντας μεθʼ ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα ἐπὶ λύσει τῶν κατʼ ἀνάγκην ἐκεῖ γενομένων· καὶ τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης.