70
Πάντως δὲ οὐδὲν καινὸνἄκαιρον E, editi antiqi, δεινόν Clarom. ἐπιζητοῦμεν, ἀλλὰ τοῖς τε λοιποῖς τῶν πάλαι μακαρίων καὶ θεοφίλων ἀνδρῶν σύνηθες, καὶ διαφερόντως ὑμῖν. οἴδαμεν γὰρ μνήμης ἀκολουθίᾳ, παρὰ τῶν πατέρων ἡμῶν αἰτηθέντων καὶ ἀπὸ γραμμάτων τῶν ἔτι καὶ νῦν πεφυλαγμένων παρʼ ἡμῖν, διδασκόμενοι, Διονύσιον ἐκεῖνον, τὸν μακαριώτατον ἐπίσκοπον, παρʼ ὑμῖν ἐπί τε ὀρθότητι πίστεως καὶ τῇ λοιπῇ ἀρετῇ διαπρέψαντα, ἐπισκεπτόμενον διὰ γραμμάτων τὴν ἡμετέραν ἐκκλησίαν τῶν Καισαρέων, καὶ παρακαλοῦντα τοὺς πατέρας ἡμῶν διὰ γραμμάτων, καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα. ἐν χαλεπωτέρῳ δὲ νῦν καὶ σκυθρωποτέρῳ τὰ καθʼ ἡμᾶς, καὶ πλείονος δεόμενα τῆς ἐπιμελείας. οὐ γὰρ οἰκοδομημάτων γηΐνων καταστροφήν, ἀλλʼ ἐκκλησιῶν ἅλωσιν ὀδυρόμεθα· οὐδὲ δουλείαν σωματικήν, ἀλλʼ αἰχμαλωσίαν ψυχῶν καθʼ ἑκάστην ἡμέραν ἐνεργουμένην παρὰ τῶν ὑπερμαχούντων τῆς αἱρέσεως καθορῶμεν. ὥστε εἰ μὴ ἤδη διανασταίητε πρὸς τὴν ἀντίληψιν, μικρὸν ὕστερον οὐδὲ οἷς ὀρέξετε τὴν χεῖρα εὑρήσετε, πάντων ὑπὸ τὴν ἐπικράτειαν τῆς αἱρέσεως γενομένων.
Γρηγορίῳ ΒασίλειοςΓρηγορίῳ ἑταίρῳ alii MSS.
71
Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείαςτῆς σῆς εὐλαβείας τῆς εὐλαβείας σου editi antiqi. διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου· καὶ ὅσα ἐνέφηνας ἡμῖν, αὐτὸς ταῦτα γυμνῶς διηγήσατο. ἀκούσαντες δὲ ὅπωςαὐτὸς ταῦτα ... ὅπως καὶ ταῦτα διηγησαμένου ἀκούσαντες ὅπως editi antiqi. διετέθημεν, οὐκ ἀμφιβάλλεις πάντως. πλὴν ἀλλʼ ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον, καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ, τὰς λειπομένας ἡμέρας ἢ ὥραςἡμῶν add. Harl. οὕτωοὕτωom. E. διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει, ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν ᾧ οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν.