6
Ἔμελλον ἀποσιωπᾷν πρὸς τὴν κοσμιότητά σου, λογιζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸἀπὸ C. θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. ἐπεὶ δέ μεμοι C, D. εἰσῆλθεν ὅτι πρὸς Χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα. ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο,δυοῖν F. τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. ὦ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. ὦ γῆ, τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει;