77
Ἕν καὶ τοῦτο τῆς ἀγαθῆς ἀρχῆς τοῦ μεγάλου ἀπηλαύσαμεν Θηρασίου, τῆς σῆς λογιότητος τὴν ἐπιδημίαν συνεχῶς ἡμῖν γινομένην. τὸ αὐτὸ δὲ τοῦτο ἐζημιώθημεν στερηθέντες τοῦ ἄρχοντος. ἀλλʼ ἐπειδὴ τὰ ἅπαξ ἡμῖν παρὰ τοῦ Θεοῦ χαρισθέντα μένει βέβαια καὶ ταῖς ψυχαῖς ἀλλήλων ἐνοικούμενα διὰ τῆς μνήμης, εἰ καὶ τοῖς σώμασι διωρίσμεθα, γράφωμεν γοῦν συνεχῶς καὶ φθεγγώμεθαφθεγγόμεθα E. πρὸς ἀλλήλους τὰ ἀναγκαῖα, καὶ μάλιστα νῦν, ὅτε ὁ χειμὼν τὴν ὀλιγοχρόνιον ταύτην ἐκεχειρίαν ἐσπείσατο.
77
Ἐλπίζομεν δὲ μὴ ἀπολείψεσθαί σε τοῦ θαυμασιωτάτου ἀνδρὸς Θηρασίου, πρέπον εἶναι κρίναντα κοινωνεῖν τῷ ἀνδρὶ τοιούτων φροντίδων, ἤ γ’ οὐ μὲν οὖνἤ γ’ οὐ μὲν οὖν Capps, οὐ μὲν οὖν ed. Ben., ἡγούμενον omnes MSS. et editi. καὶ μάτην πρόφασιν ἀσμενίζοντα παρέχουσάν σοισε E, Reg. secundus, Clarom. ἰδεῖν τε τοὺς φίλους, καὶ παρʼ αὐτῶν θεαθῆναι. πολλὰ δὲ ἔχων εἰπεῖν καὶ περὶ πολλῶν, εἰς τὴν συντυχίαν ὑπερεθέμην, οὐκ ἀσφαλὲς εἶναι ἡγούμενος ἐπιστολαῖς τὰ τοιαῦτα καταπιστεύειν.
Ἀνεπίγραφος ὑπὲρ Ἐλπιδίου
78
Οὐκ ἔλαθεν ἡμᾶς ἡ ἀγαθή σου σπουδὴ περὶ τὸν αἰδεσιμώτατον ἑταῖρον ἡμῶν Ἐλπίδιον, ὅπως τῇ συνήθει σεαυτοῦ συνέσει ἔδωκας καιρὸν φιλανθρωπίας τῷ ἄρχοντι. ταύτην οὖν τὴν χάριν νῦν σε τελειῶσαι παρακαλοῦμενπαρακαλῶ μέν editi antiqi. διὰ τοῦ γράμματος, καὶ ὑπομνῆσαι τὸν ἄρχοντα οἰκείῳ προστάγματι ἐπὶ τῆς πατρίδος ἡμῶν καταστῆναι τὸν ἄνδρα πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον. ὥστε πολλὰς ἕξεις καὶ εὐπροσώπους ὑποβάλλειν προφάσεις τῷ ἄρχοντι, ἐξ ὧν ἀναγκαίως ἐπιμένειν αὐτὸν τῇ πατρίδι ἡμῶν προστάξει. οἷα δὲ τὰ ἐνταῦθα, καὶ ὅσου ἄξιος τοῖς πράγμασιν ὁ ἀνήρ, πάντως οὐδὲν δεήσῃ παρʼ ἡμῶν διδαχθῆναι, αὐτὸς τῇ ἑαυτοῦ συνέσει ἀκριβῶς ἐπιστάμενος.
Εὐσταθίῳ,Ἐὐσταθίῳ tantum habent E et Harl. ἐπισκόπῳ Σεβαστείας