82
Ὅταν μὲν πρὸς τὰ πράγματα ἀποβλέψωμεν καὶ τὰς δυσκολίας κατίδωμεν, ὑφʼ ὧν πᾶσα ἀγαθὴ ἐνέργεια οἷον ὑπό τινος δεσμοῦ ἐμποδιζομένη κατέχεται, εἰς ἀπόγνωσιν ἑαυτῶν ἐρχόμεθα παντελῆ· ὅταν δὲ πάλιν πρὸς τὴν σὴν ἀπίδωμεν σεμνοπρέπειαν, καὶ λογισώμεθα, ὅτι σὲ ἰατρὸν τῶν ἐν ταῖς ἐκκλησίαις ἀρρωστημάτων ὁ Κύριος ἡμῶν ἐταμιεύσατο, ἀναλαμβάνομεν ἑαυτῶν τοὺς λογισμούς, καὶ ἐκ τοῦ κατὰ τὴν ἀπόγνωσιν πτώματος πρὸς τὴν ἐλπίδαπρὸς τὴν ἐλπίδα τῇ ἐλπίδι Vat., Reg. uterque, Coisl. secundus. τῶν χρηστοτέρων διανιστάμεθα. λέλυται πᾶσα Ἐκκλησία, ὡς οὐδὲ ἡ σὴ φρόνησις ἀγνοεῖ. καὶ ὁρᾷς πάντως τὰ ἑκασταχοῦ, οἷον ἀφʼ ὑψηλῆς τινὸς σκοπιᾶς τῆς τοῦ νοῦ θεωρίας· ὅπως, καθάπερ ἐν πελάγει, πολλῶν ὁμοῦ συμπλεόντων, ὑπὸ τῆς βίας τοῦ κλύδωνος πάντες ὁμοῦ ἀλλήλοις προσρήγνυνται· καὶ γίνεται τὸ ναυάγιον, πῆ μὲν ἐκ τῆς ἔξωθεν αἰτίας βιαίως κινούσης τὴν θάλατταν, πῆ δὲ ἐκ τῆς τῶν ἐμπλεόντωνπλεόντων E, Harl. ταραχῆς ἀντιβαινόντων ἀλλήλοις καὶ διωθουμένων. ἀρκεῖ ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, οὔτε τῆς σῆς σοφίας ἐπιτρεπούσης τι πλέον, οὔτε τῆς καταστάσεως ἐπιτρεπούσης ἡμῖν τὴν παρρησίαν. καὶ πρὸς ταῦταταύτας E. τίς ἱκανὸς κυβερνήτης; τίς ἀξιόπιστος διαναστῆσαι τὸν Κύριον ἐπιτιμῆσαι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ; τίς ἕτερος ἢ ὁ ἐκ παιδὸς τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐναθλήσας ἀγῶσιν;