82
Ἐπεὶ οὖν ὥρμηται νῦν γνησίως πᾶν τὸ περὶ ἡμᾶς ὑγιαῖνον κατὰ τὴν πίστιν εἰς τὴν πρὸς τοὺς ὁμοδόξους κοινωνίαν καὶ ἕνωσιν, θαρρούντωςθαρροῦντες editi antiqi, sed ed. Haganoenis θαρροῦντας. ἤλθομεν εἰς τὴν παράκλησίν σου τῆς ἀνεξικακίας, ἐπιστεῖλαι πᾶσιν ἡμῖν ἐπιστολὴν μίαν, παραίνεσιν ἔχουσαν τῶν πρακτέων. οὕτω γὰρ βούλονται παρὰ σοῦ τὴν ἀρχὴν ὑπάρξαι αὐτοῖς τῶν κοινωνικῶν διαλέξεων. ἐπειδὴ δὲ ἴσως ὕποπτοι καταφαίνονταίκαταφανήσονται E, editi antiqi. σοι τῇ μνήμῃ τῶν παρελθόντων, ἐκεῖνο ποίησον, θεοφιλέστατε πάτερ· ἐμοὶ τὰς πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς διάπεμψαι ἢ διά τινος τῶν αὐτόθεναὐτόθι E. πιστῶν, ἢ καὶ διὰ τοῦ ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἡμῶν, ἃς ὑποδεξάμενος οὐ ρότερον δώσω, μὴἤ editi antiqi. λαβὼν τὰς παρʼ αὐτῶν αποκρίοεις· ἐὰν δὲ μή, Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. πάντως δὲ οὐοὐδέ editi antiqi. πλείονος ἄξιον φόβου τοῦτο τῷ ἐξ ἀρχῆς εἰπόντι πρὸς τὸν πατέρα ἢ ἐμοὶ νῦν πρὸς σὲ τὸν πνευματικὸν πατέρα λέγοντι. εἰ δὲ τοῦτο παντὶ τρόπῳ ἀπηγόρευται παρὰ σοί, ἀλλʼ ἡμᾶς γε τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες, ἀδόλως καὶ ἀκατασκεύως, ἐπιθυμίᾳ τῆς εἰρήνης καὶ τῆς πρὸς ἀλλήλους ἡμῶν συναφείας τῶν ὁμονοούντων εἰς τὰ πρὸς τὸντόνom. E. Κύριον, ἐπὶ τὴν πρεσβείαν ταύτην καὶ μεσιτείανκαὶ μεσιτείανom. E. ἀφικομένους.
Κηνσίτορι