84
Σχεδὸν μὲν ἄπιστόν ἐστιν ὃ μέλλω γράφειν, γεγράψεται δὲ τῆς ἀληθείας ἕνεκεν. ὅτι, πᾶσαν ἔχων ἐπιθυμίαν ὡς οἷόν τε ἦν πυκνότατα διαλέγεσθαί σου τῇ καλοκἀγαθίᾳ, ἐπειδὴ εὗρον ταύτηντήν add. E. γραμμάτων τὴντήνom. E. ἀφορμήν, οὐκ ἐπέδραμον τῷ ἑρμαίῳ, ἀλλʼ ἀπώκνησα καὶ ἀνεδύην. τὸ οὖν παράδοξον ἐν τούτῳ, ὅτι ἅπερ ηὐχόμην ὑπάρξαι,ὑπάρξειν E, Med. ταῦτα γενόμενα οὐκ ἐδεχόμην. αἴτιον δέ, ὅτι αἰσχύνομαι δοκεῖν, μὴ φιλίας γε ἕνεκεν καθαρῶς, ἀλλὰ χρείαν τινὰ θεραπεύων ἑκάστοτε, γράφειν. ἀλλά με ἐκεῖνο εἰσῆλθεν (ὃ καὶ σὲ βούλομαι διανοηθέντα, μήτοι νομίζειν ἡμᾶς ἐμπορικῶς μᾶλλον ἢ φιλικῶς ποιεῖσθαι τὰς διαλέξεις), ὅτι χρή τι διάφορον ἔχειν τὰς τῶν ἀρχόντων προσρήσεις παρὰ τοὺς ἰδιώτας. οὐ γὰρ ὁμοίως ἐντευκτέον ἡμῖν ἰατρῷ τε ἀνδρὶ καὶ τῷ τυχόντι, οὔτε ἄρχοντι δηλονότι καὶ ἰδιώτῃ· ἀλλὰ πειρατέον τοῦ μὲν ἐκ τῆς τέχνης, τοῦ δὲ ἀπὸ τῆς ἐξουσίας ἀπολαύειν εἰς τὰ ἡμέτερα. ὥσπερ οὖν τοῖς ἐν ἡλίῳ βαδίζουσιν ἕπεται πάντως ἡ σκιά, κἂν αὐτοὶ μὴ προέλωνται, οὕτω καὶ ταῖς πρὸς τοὺς ἄρχοντας ὁμιλίαις ἀκολουθεῖ τι καὶ παρεμπόρευμα, ἡ τῶν καμνόντων βοήθεια.
84
Τὴν μὲν οὖν πρώτην αἰτίαν τῆς ἐπιστολῆς πληρούτω αὐτὸ τὸ προσειπεῖν σου τὴν μεγαλόνοιαν. ὅ, κἂν μηδεμία πρόφασις τῷτοῦ Harl., Med. γράφειν προσῇ, ἀγαθὸν κεφάλαιον αὐτὸ χρὴ νομίζεσθαι. προσείρησοπροσείποιο editi antiqi. τοίνυν ἡμῖν, ὦ ἄριστε, καὶ φυλάττοιο τῷ βίῳ παντί, ἀρχὰς ἐξ ἀρχῶν ἀμειβων καὶ ἄλλοτε ἄλλους ταῖς ἐπιστασίαις εὐεργετῶν. τοῦτο γὰρ ἐμοί τε ποιεῖν σύνηθες, καὶ σοὶ ὀφειλόμενον παρὰ τῶν καὶ κατὰ μικρὸν πεπειραμένων τῆς περὶ τὸ ἄρχειν σου ἀρετῆς.
84
Μετὰ δὲ τὴν εὐχήν, δέξαι καὶ τὴν ὑπὲρ τοῦ ἀθλίου γέροντος ἱκεσίαν, ὃν ἀφῆκε μὲν τῶν δημοσίων γράμμα βασιλικόν· μᾶλλον δὲ καὶ πρὸ τοῦ βασιλέως αὐτὸ τὸ γῆρας ἔδωκεν αὐτῷ τὴν ἀναγκαίαν ἀτέλειαν. ἐβεβαίωσας δὲ καὶ αὐτὸς τὴν ἄνωθεν χάριν αἰδοῖ τῆς φύσεως, καὶ προμηθείᾳ τῶν δημοσίων, ἐμοὶ δοκεῖν, ὡς ἂν μὴ ἀνθρώπῳ παρανοοῦντιπαρανομοῦντι editi antiqi. διὰ τὸν χρόνον κινδυνεύοικινδυνεύῃ editi antiqi. τι τῶν κοινῶν.