Τοῖς ἁγιωτάτοις ἀδελφοῖς καὶ ἐπισκόποις τοῖς ἐν
90
τῇ δύσειἐπισκόποις δυτικοῖς συνοδική, a synodical letter to the bishops of the west, E. Ὁ ἀγαθὸς Θεός, ὁ ἀεὶ ταῖς θλίψεσι τὰς παρακλήσεις παραζευγνύς, ἔδωκεν ἡμῖν καὶ νῦν ἐπὶἐν E. τῷ πλήθει τῶν ὀδυνῶν εὑρέσθαι τινὰ μετρίαν παράκλησιν ἐκτε add. E. τῶν γραμμάτων, ἃ παρὰ τῆς ὑμετέρας ὀρθότητος ὁ τιμιώτατος πατὴρ ἡμῶν ἈθανάσιοςἈθανάσιοςom. Regii duo. ὁ ἐπίσκοπος δεξάμενος διεπέμψατο ἡμῖν, ὑγιοῦς πίστεως μαρτυρίαν, καὶ τῆς ἀνεπηρεάστου ὑμῶν ὁμονοίας καὶ συμπνοίας ἀπόδειξιν ἔχοντα, ὥστε καὶ ποιμένας ἀναδεικνύναιἀποδειχθῆναι Reg. secundus, Coisl. secundus. τούς add. E. editi antiqi. τοῖς ἴχνεσι τῶν πατέρων ἀκολουθοῦντας καὶ τὸν λαὸν τοῦ Κυρίου μετʼ ἐπιστήμης ποιμαίνοντας. ταῦτα πάντα ηὔφρανενεὔφρανεν E. ἡμᾶς τοσοῦτον, ὥστε λῦσαι ἡμῶν τὴν κατήφειαν, καὶ μειδίαμά τι βραχὺ ταῖς ψυχαῖς ἡμῶν ἐμποιῆσαι ἀπὸ τῆς σκυθρωπῆς ταύτης τῶν πραγμάτων καταστάσεως,κινήσεως quattuor MSS. ἐν ᾗ νῦν καθεστήκαμεν.
90
Ἐπέτεινε δὲ ἡμῖν τὴν παράκλησιν ὁ Κύριος διὰ τοῦ υἱοῦ ἡμῶν τοῦ εὐλαβεστάτου συνδιακόνου Σαβίνου, ὃς καὶ τὰ παρʼ ὑμῖν καλὰ διηγησάμενος ἀκριβῶς ἔθρεψεν ἡμῶν τὰς ψυχάς· καὶ τὰ ἡμέτερα δέ,δέom. E. τῇ πείρᾳ μαθών, ἐναργῶς ὑμῖν ἀναγγελεῖ, ἵνα προηγουμένως μὲν διὰ τῆς ἐκτενοῦς καὶ φιλοπόνου δεήσεως τῆς πρὸς τὸν Κύριον συναγωνίζησθε ἡμῖν, ἔπειτα δὲ καὶ τὴν ἐνδεχομένην ὑμῖνἡμῖν E. παραμυθίαν ταῖς καταπονουμέναις ἐκκλησίαις εἰσενέγκασθαι μὴ παραιτήσησθε. κέκμηκε γὰρ τὰ ἐνταῦθα, ἀδελφοὶ τιμιώτατοι, καὶ ἀπείρηκε πρὸς τὰς συνεχεῖς προσβολὰς τῶν ἐναντίων ἡ Ἐκκλησία, ὥσπερ τι πλοῖον ἐν πελάγει μέσῳ ταῖς ἐπαλλήλοις πληγαῖς τῶν κυμάτων βασανιζόμενον, εἰ μή τις γένοιτο ταχεῖα ἐπισκοπὴ τῆς ἀγαθότητος τοῦ Κυρίου. ὥσπερ οὖν ἡμεῖς ἴδιον ἑαυτῶν ἀγαθὸν ποιούμεθα τὴν ὑμετέρανἡμετέραν E. πρὸς ἀλλήλους σύμπνοιάν τε καὶ ἑνότητα, οὕτω καὶ ὑμᾶς παρακαλοῦμεν συμπαθῆσαι ἡμῶν ταῖς διαιρέσεσι, καὶ μή, ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν, χωρίζειν ἡμᾶς ἀφʼ ἑαυτῶν, ἀλλʼ ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ, εἰς τὴν ἑνὸς σώματος ἡμᾶς συμφωνίαν ἀναλαμβάνειν.