91
Ἀλλὰ τοῦτο μεγάλωςμέγας editi antiqi. ἐν τοῖς παροῦσιν ὁ Κύριος ἡμῖν ἐχαρίσατο, τὸ ὑμᾶς ἀκούειν ἐν ἀκριβεῖ συμφωνίᾳ καὶ ἑνότητι εἶναι πρὸς ἀλλήλους, καὶ ἀκωλύτως παρʼ ὑμῖν τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλλεσθαι. ὁτεδήποτε γὰρ (εἴπερ μὴ συγκέκλεισται λοιπὸν ὁ χρόνος τοῦ κόσμου τούτου, ἀλλʼ ἔτι ἡμέραι τῆς ἀνθρωπίνης ζωῆς ὑπολείπονται) ἀνάγκη παρʼ ὑμῶν ἀνανεωθῆναι τὴν πίστιν τῇ ἀνατολῇ, καὶ ὧν ἐλάβετε παρʼ αὐτῆς ἀγαθῶν, τούτων ἐν καιρῷ παρασχέσθαι αὐτῇ τὴν ἀντίδοσιν. τὸ γὰρ ὑγιαῖνον ἐνταῦθα μέρος καὶ τὴν τῶν πατέρων εὐσέβειαν ἐκδικοῦν ἱκανῶς κέκμηκε, πολλαῖς καὶ ποικίλαις μηχανημάτων προσβολαῖς ἐν τῇ ἑαυτοῦ μεθοδείᾳ τοῦ διαβόλου αὐτὸ κατασείσαντος. ἀλλʼ εὐχαῖς ὑμετέραις τῶν ἀγαπώντων τὸν Κύριον σβεσθείη μὲν ἡ πονηρὰ καὶ λαοπλάνος αἵρεσις τῆς Ἀρείου κακοδοξίας· ἀναλάμψειε δὲ ἡ ἀγαθὴ τῶν πατέρων ἡμῶν διδασκαλία τῶν συνελθόντων κατὰ τὴν Νίκαιαν, ὥστε σύμφωνον τῷ σωτηρίῳ βαπτίσματι τὴν δοξολογίαν ἀποπληροῦσθαιἀναπληροῦσθαι E. τῇ μακαρίᾳ Τριάδι.
Πρὸς Ἰταλοὺς καὶ Γάλλους
92
Τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖςἀδελφοῖςom. E. συλλειτουργοῖςτοῖς add. E. κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ὁμοψύχοις ἐπισκόποις Μελέτιος, Εὐσέβειος, Βασίλειος, Βάσσος, Γρηγόριος, Πελάγιος, Παῦλος, Ἄνθιμος, Θεόδοτος, Βῖθος, Ἀβραάμιος, Ἰοβῖνος,Ἰουβῖνος Vat.; Σαβῖνος editi antiqi. Ζήνων, Θεοδώρητος, Μαρκιανός, Βάραχος, Ἀβραάμιος, Λιβάνιος, Θαλάσσιος, Ἰωσήφ, Βοηθός, Ἰάτριος,Ἀτρεῖος Vat., Coisl. secundus, Reg. secundus. Θεόδοτος, Εὐστάθιος, Βαρσούμας, Ἰωάννης, Χοσρόης,Χρυσορόης Coisl. secundus, Reg. secundus. Ἰωσάκης,Ἰσαάκης Reg. secundus; Ἰσάακις Coisl. secundus; Ἰώσακις Harl. Νάρσης, Μάρις, Γρηγόριος, Δαφνός,καὶ οἱ λοιποί add. ed. antiqi; καὶ οἱ σὺν αὐτοῖς ἀδελφοί add. Med. ἐν Κυρίῳ χαίρειν.