92
Φέρει μέν τινα παραμυθίαν ταῖς ὀδυνωμέναις ψυχαῖς καὶ στεναγμὸς πολλάκις ἐκ βάθους τῆς καρδίας ἀναπεμπόμενος, καί που καὶ δάκρυον ἀποστάξαν τὸ πολὺ τῆς θλίψεως διεφόρησεν. ἡμῖν δὲ οὐχ, ὅσονὅσην Regii duo, Coisl. secundus. στεναγμὸς καὶ δάκρυον, παραμυθίαν ἔχει τὸ ἐξειπεῖν ἡμῶν τὰ πάθη πρὸς τὴν ἀγάπην ὑμῶν· ἀλλά τις ἡμᾶς καὶ ἐλπὶς χρηστοτέρα θάλπει, ὡς τάχα ἄν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα ἡμᾶς, διαναστήσαιμενδιαναστήσωμεν duo MSS.; διαναστήσαντες Harl.; διαναστήσομεν editi antiqi. ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, ἣν πάλαι μὲνμένom. E. προσεδοκήσαμεν παρʼ ὑμῶν ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις γενήσεσθαι, οὐδέπωοὐδέποτε editi antiqi. δὲ τετυχήκαμεν, πάντως τοῦτὰ πάντα add. E. editi antiqi. ἐν σοφίᾳ τὰ ἡμέτερα διοικοῦντος Θεοῦ, κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα, πλείονι χρόνῳ παραταθῆναι ἡμᾶςὑμᾶς E. ἐν τοῖς πειρασμοῖς τούτοις οἰκονομήσαντος. οὐ γὰρ δήπου ἠγνοήσατε τὰ καθʼ ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, ὧν ἡ ἀκοὴ καὶ ἐπὶεἰς editi antiqi. τὰ ἔσχατα τῆς οἰκουμένης ἐξέδραμεν·διεδραμεν editi antiqi. οὐδὲ ἀσυμπαθεῖς που ὑμεῖς πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, μαθηταὶ ὑπάρχοντες τοῦ Ἀποστόλου, τοῦ πλήρωμα εἶναι τοῦ νόμου τὴν πρὸς τὸν πλησίον ἀγάπην διδάσκοντος. ἀλλʼ ὅπερ εἴπαμεν, ἐπέσχεν ὑμῶν τὴν ὁρμὴν ἡ δικαία τοῦ Θεοῦ κρίσις, ἐκπληρωθῆναι ἡμῖν τὴν διατεταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα.ἐπιμετρήσασα editi antiqi. ἀλλὰ νῦν γοῦν, καὶ πρὸς τὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον καὶ τὴν ἡμετέραν συμπάθειαν, διαναστῆναι ὑμᾶς παρακαλοῦμεν, πάντα μαθόντας, καὶ ὅσα πρὸ τούτου τὰς ἀκοὰς ὑμῶν διέφυγε, παρὰ τοῦ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν τοῦ συνδιακόνου Σαβίνου, ὃς δυνήσεται ὑμῖν καὶ ὅσα τὴν ἐπιστολὴν διαφεύγει παρʼ ἑαυτοῦ διηγήσασθαι· δι’ οὗ παρακαλοῦμεν ὑμᾶς ἐνδύσασθαι σπλάγχνα οἰκτιρμοῦ, καὶ ἀποθέσθαι μὲν πάντα ὄκνον, ἀναλαβεῖν δὲ τὸν κόπον τῆς ἀγάπης· καὶ μήτε ὁδοῦ μῆκος, μήτε τὰς κατʼ οἶκον ἀσχολίας, μήτʼ ἄλλο τι τῶν ἀνθρωπίνων ὑπολογίσασθαι.