92
Οὐ γὰρ περὶ μιᾶς ἐκκλησίας ὁ κίνδυνος, οὐδὲ δύο ἢ τρεῖς αἱ τῷ χαλεπῷ τούτῳ χειμῶνι παραπεσοῦσαι.περιπεσοῦσαι editi antiqi. σχεδὸν γὰρ ἀπὸ τῶν ὅρων τοῦ Ἰλλυρικοῦ μέχρι Θηβαΐδος τὸ τῆς αἱρέσεως κακὸν ἐπινέμεται. ἧς τὰ πονηρὰ σπέρματα πρότερον μὲν ὁ δυσώνυμος Ἄρειος κατεβάλετο, ῥιζωθέντα δὲ διὰ βάθους ὑπὸ πολλῶν τῶν ἐν μέσῳ φιλοπόνως τὴν ἀσέβειαν γεωργησάντων, νῦν τοὺς φθοροποιοὺς καρποὺς ἐξεβλάστησεν.ἐξεβλάστησαν E, editi antiqi. ἀνατέτραπται μὲν γὰρ τὰ τῆς εὐσεβείας δόγματα, συγκέχυνται δὲ ἐκκλησίας θεσμοί. φιλαρχίαι δὲ τῶν μὴ φοβουμένων τὸν Κύριον ταῖς προστασίαις ἐπιπηδῶσι· καὶ ἐκ τοῦ προφανοῦς λοιπὸν ἆθλον δυσσεβείας ἡ προεδρία πρόκειται· ὥστε ὁ τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴνἐπίσκοπον alii MSS. λαοῦ προτιμότερος. οἴχεται σεμνότης ἱερατική· ἐπιλελοίπασιν οἱ ποιμαίνοντες μετʼ ἐπιστήμηςτό add. E. ποίμνιον τοῦ Κυρίου, οἰκονομίας πτωχῶν εἰς ἰδίας ἀπολαύσεις καὶ δώρων διανομὰς παραναλισκόντων ἀεὶἀεὶ πάντα Med., Harl. τῶν φιλαρχούντων. ἠμαύρωται κανόνων ἀκρίβεια. ἐξουσία τοῦ ἁμαρτάνειν πολλή· οἱ γὰρ διὰ σπουδῆς ἀνθρωπίνηςδιὰ σπουδῆς ἀνθρωπίνης σπουδαῖς ἀνθρωπίναις editi antiqi. παρελθόντες ἐπὶ τὸ ἄρχειν ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀνταναπληροῦσι, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναιδιδόναι E, editi antiqi. τοῖς ἁμαρτάνουσιν. ἀπόλωλε κρῖμα δίκαιον· πᾶς τις τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορεύεται. ἡ πονηρία ἄμετρος, οἱ λαοὶ ἀνουθέτητοι, οἱ προεστῶτες ἀπαρρησίαστοι· δοῦλοι γὰρ τῶν δεδωκότων τὴν χάριν, οἱ δι’ ἀνθρώπων ἑαυτοῖς τὴν δυναστείαν κατακτησάμενοι. ἤδη δὲ καὶ ὅπλον τισὶ τοῦ πρὸς ἀλλήλους πολέμου ἡ ἐκδίκησις δῆθεν τῆς ὀρθοδοξίας ἐπινενόηται, καὶ τὰς ἰδίας ἔχθρας ἐπικρυψάμενοι· ὑπὲρ τῆς εὐσεβείας ἐχθραίνειν κατασχηματίζονται. ἄλλοι δέ, τὸν ἐπὶ τοῖς αἰσχίστοις ἐκκλίνοντες ἔλεγχον, τοὺς λαοὺς εἰς τὴν κατʼ ἀλλήλων φιλονεικίαν ἐκμαίνουσιν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθʼ ἑαυτοὺς συσκιάσωσι.