7
Οὐδὲ τότεοὐδέποτε E. ἠγνόουν, ὅτε ἐπέστελλον τῇ λογιότητί σου, ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέγοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμένοις. εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾷν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις, καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ἐπιζητούμενον.ζητούμενον A, B, C, D. κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. ἐκεῖνα μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶκαὶom. C, D. ἀκριβεστέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει.
7
Τὸ δὲ νῦν ἔχον παρακαλοῦμέν σε, ὃὃom. A, B. καὶ παρεκαλέσαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας καὶκαὶom. A, B. ταῖς παρὰ τοῦτοῦom. A, B, F. Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρʼ ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον· οἳ πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας βλάπτομεν μᾶλλον τῇ παρʼ ἑαυτῶν ἀσθενείᾳ τὸν λόγοντῶν λόγων C, D. ἤ τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀληθείᾳ προστίθεμεν.
Τοῖς Καισαρεῦσιν ἀπολογία περὶ τῆς ἀποχωρήσεως,
8
καὶ περὶ πίστεωςκαὶ περὶ πίστεωςom. F. Πολλάκις ἐθαύμασα τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον ἡττᾶσθεἥττησθε F. τῆς ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκἂν add. F. ἀρνηθείην· τὴν δὲ αἰτίαν μάθοιτʼ ἂν ἤδη ποθοῦντες.