92
Διὸ καὶ ἄσπονδός ἐστιν ὁ πόλεμος οὗτος, τῶν τὰ πονηρὰ εἰργασμένων τὴν κοινὴν εἰρήνην, ὡς ἀποκαλύπτουσαν αὐτῶν τὰ κρυπτὰ τῆς αἰσχύνης, ὑφορωμένων. ἐπὶ τούτοις γελῶσιν οἱ ἄπιστοι, σαλεύονται οἱ ὀλιγόπιστοι· ἀμφίβολος ἡ πίστις, ἄγνοια κατακέχυται τῶν ψυχῶν, διὰ τὸ μιμεῖσθαιμισεῖσθαι Med. τὴν ἀλήθειαν τοὺς δολοῦντας τὸν λόγον ἐν κακουργίᾳ. σιγᾷ μὲν γὰρ τὰ τῶν εὐσεβούντων στόματα, ἀνεῖται δὲ πᾶσα βλάσφημος γλῶσσα. ἐβεβηλώθη τὰ ἅγια, φεύγουσι τοὺς εὐκτηρίους οἴκους οἱ ὑγιαίνοντες τῶν λαῶν ὡς ἀσεβείας διδασκαλεῖα, κατὰ δὲ τὰς ἐρημίας πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην μετὰ στεναγμῶν καὶ δακρύων τὰς χεῖρας αἴρουσιν. ἔφθασε γὰρδέ editi antiqi. πάντως καὶ μέχρις ὑμῶν τὰ γινόμεναγενόμενα editi antiqi. ἐν ταῖς πλείσταις τῶν πόλεων, ὅτι οἱ λαοὶ σὺν γυναιξὶ καὶ παιδίοιςπαισί editi antiqi. καὶ αὐτοῖς τοῖς πρεσβύταις,πρεσβυτέροις E. πρὸ τῶν τειχῶν ἐκχυθέντες, ἐν τῷ ὑπαίθρῳ τελοῦσι τὰς προσευχάς, φέροντες πάσας τὰς ἐκ τοῦ ἀέρος κακοπαθείας σὺν πολλῇ τῇ μακροθυμίᾳ, τὴν παρὰ τοῦ Κυρίου ἀντίληψιν ἀναμένοντες.
92
Τίς θρῆνος τῶν συμφορῶν τούτων ἄξιος; ποῖαι πηγαὶ δακρύων κακοῖς τοσούτοις ἀρκέσουσιν;ἐπαρκέσουσι editi antiqi. ἕως οὖν ἔτι δοκοῦσιν ἑστάναι τινές, ἕως ἔτι ἴχνος τῆς παλαιᾶς καταστάσεως διασώζεται,διασώζηται E. πρὶν τέλεον ταῖς ἐκκλησίαις ἐπέλθῃἐπελθεῖν Reg. duo. τὸ ναυάγιον, ἐπείχθητε πρὸς ἡμᾶς, ἐπείχθητε ἤδη, ναὶ δεόμεθα, ἀδελφοὶ γνησιώτατοι· δότε χεῖρα τοῖς εἰς γόνυ κλιθεῖσι. συγκινηθήτω ἐφʼ ἡμῖν τὰ ἀδελφικὰ ὑμῶν σπλάγχνα, προχυθήτω δάκρυα συμπαθείας. μὴ περιίδητε τὸ ἥμισυ τῆς οἰκουμένης ὑπὸ τῆς πλάνης καταποθέν· μὴ ἀνάσχησθε ἀποσβεσθῆναι τὴν πίστιν, παρʼ οἷς πρῶτον ἐξέλαμψε.