96
Καὶ τίς οὕτω φιλόπολις, ὃς τὴν ἐνεγκοῦσαν καὶ θρεψαμένην πατρίδα ἴσα γονεῦσι τιμῶν, ὡς αὐτὸς σύ, κοινῇ τε πάσῃ τῇ πόλει καὶ ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ συνευχόμενος, καὶ οὐκ εὐχόμενος μόνον, ἀλλὰ καὶ βεβαιῶν τὰς εὐχὰς διὰ σαυτοῦ;διὰ σαυτοῦ δι’ ἑαυτοῦ E. δύνασαι γάρ που σὺν Θεῷ τὰ τοιαῦτα, καὶ δύναιό γε ἐπὶ μήκιστον, οὕτω χρηστὸς ὤν.
96
Ἀλλʼ ὅμως ἐπὶ σοῦ ὄναρ ἐπλούτησεν ἡ πατρὶς ἡμῶν, ἄνδρα μὲν ἔχουσα τὸν τὴν ἐπιμέλειαν αὐτῆς ἐπιτραπέντα, οἷον οὔ φασιν ἄλλον οἱ τὰ παλαιότατα τῶν παρʼ ἡμῖν ἐπιστάμενοι ἐπὶ τῶν ἀρχικῶντῶν ἀρχικῶν θρόνων τὸν ἀρχικὸν θρόνον editi antiqi. θρόνων πρότερον ἀναβῆναι, ἐπηρείᾳ δέ τινων ἀφαιρεθεῖσα ταχέως, οἳ τὸ ἐλεύθερον τοῦ ἀνδρὸς καὶ ἀθώπευτον τοῦ πρὸς αὐτὸν πολέμου ἀφορμὴν ἐποιήσαντο, καὶ διαβολὰς αὐτῷ κατεσκεύασαν, λαθόντες τὰς ἀκοὰς τῆς σῆς τελειότητος. διὸ πανδημεὶ πάντες σκυθρωπάζομεν, ζημιωθέντες ἄρχοντα μόνον δυνάμενον εἰς γόνυ κλιθεῖσαν ἤδη τὴν πόλιν ἡμῶν ἀνορθῶσαι, ἀληθῆἀκριβῆ editi antiqi. φύλακα τοῦ δικαίου, εὐπρόσιτον τοῖς ἀδικουμένοις, φοβερὸν τοῖς παρανομοῦσιν, ἴσον καὶ πένησι καὶ πλουσίοις, καὶ τὸ μέγιστον, τὰ τῶν Χριστιανῶν πράγματα πρὸς τὴν ἀρχαίαν ἐπανάγοντα τιμήν. τὸ γάρ, ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων, καὶ οὐδενὶοὐδέν multi MSS. παρὰ τὸ δίκαιον χαριζόμενος, ὡς μικρότερα τῆς λοιπῆς ἀρετῆς τοῦ ἀνδρὸς παρελίπομεν.