99
Πάνυ πολλὴν σπουδὴν ἐνστησάμενος πειθαρχῆσαι μερικῶς γοῦν καὶ τῷ βασιλικῷ προστάγματι καὶ τῷ φιλικῷ τῆς σῆς τιμιότητος γράμματι, οὗ ἐγὼ πάντα λόγον καὶ πᾶσαν γνώμην γέμειν ὀρθῆς προαιρέσεως καὶ ἀγαθῆς διανοίας πεπίστευκα, εἰς ἔργον ἀγαγεῖν τὴν προθυμίαν οὐκ ἐπετράπην.ἐτράπην editi antiqi. αἴτιον δὲ τὸ μὲν πρῶτον καὶ ἀληθέστατον αἱ ἐμαὶ ἁμαρτίαι, πανταχοῦ μοι προαπαντῶσαι καὶ ὑποσκελίζουσαί μου τὰ διαβήματα· ἔπειτα καὶ ἡ τοῦ δοθέντος ἡμῖν εἰς συνεργίαν ἐπισκόπου πρὸς ἡμᾶς ἀλλοτρίωσις. οὐκ οἶδα γὰρ ὅ τι παθὼν ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Θεόδοτος, ὁ ἐπαγγειλάμενος ἡμῖν ἐξ ἀρχῆς πάντα συμπράξειν, καὶ προθύμως ἡμᾶς ἀπὸ Γητασῶν ἐπὶ Νικόπολιν καταγαγών,καταγαγεῖν editi antiqi. ἐπειδὴ εἶδεν ἡμᾶς ἐπὶ τῆς πόλεως, οὕτως ἡμᾶς ἐβδελύξατο, καὶ οὕτως ἐφοβήθη τὰς ἁμαρτίας ἡμῶν, ὡς μήτε εἰς ἑωθινὴν εὐχὴν μήτε εἰς ἑσπερινὴν ἀνασχέσθαι ἡμᾶς παραλαβεῖν· δίκαια μὲν ποιῶν, ὡς πρὸς ἡμᾶς, καὶ πρέποντα τῷ ἐμῷ βίῳ, οὐ λυσιτελοῦντα δὲ τῇ κοινῇ καταστάσει τῶν ἐκκλησιῶν βουλευόμενος. τὴν δὲ αἰτίαν τούτων προέφερεν ἡμῖν, ὅτι ἠνεσχόμεθα εἰς κοινωνίαν τὸν αἰδεσιμώτατον ἐπίσκοπον Εὐστάθιον παραδέξασθαι. τὸ μέντοι γενόμενον παρʼ ἡμῶν τοιοῦτόν ἐστιν.