99
Ἡμεῖς, κληθέντες εἰς σύνοδον παρὰ τοῦ ἀδελφοῦ Θεοδότου τελουμένηντελειουμένην editi antiqi. καὶ ὁρμήσαντες δι’ ἀγάπην ὑπακοῦσαι τῇ κλήσει, ἵνα μὴ δόξωμεν ἄπρακτον καὶ ἀργὴν ποιεῖσθαι τὴν συντυχίαν, ἐσπουδάσαμεν εἰς λόγους ἐλθεῖν τῷ προειρημένῳ ἀδελφῷ Εὐσταθίῳ. καὶ προετείναμεν αὐτῷ τὰ περὶ τῆς πίστεως ἐγκλήματα, ὅσα προφέρουσιν αὐτῷ οἱ περὶ τὸν ἀδελφὸν Θεόδοτον, καὶ ἠξιώσαμεν, εἰ μὲν ἕπεται τῇ ὀρθῇ πίστει, φανερὸν ἡμῖν καταστῆσαι, ὥστε ἡμᾶς εἶναι κοινωνικούς· εἰ δὲ ἀλλοτρίως ἔχει, ἀκριβῶς εἰδέναι, ὅτι καὶ ἡμεῖς ἕξομεν πρὸς αὐτὸν ἀλλοτρίως. πολλῶν τοίνυν γενομένων λόγων πρὸς ἀλλήλους, καὶ πάσης ἐκείνης τῆς ἡμέρας ἐν τῇ περὶ τούτων σκέψει δαπανηθείσης, καταλαβούσης λοιπὸν τῆς ἑσπέρας, διεκρίθημεν ἀπʼ ἀλλήλων, εἰς οὐδὲν ὁμολογούμενον πέρας τὸν λόγοντῶν λόγων E, τὸν λόγον in marg. manu recente. προαγαγόντες. τῇ δὲ ἑξῆς πάλιν, ἕωθεν σνγκαθεσθέντες, περὶ τῶν αὐτῶν διελεγόμεθα, ἐπελθόντος ἤδη καὶ τοῦ ἀδελφοῦ Ποιμενίου, τοῦ πρεσβυτέρου τῆς Σεβαστείας, καὶ σφοδρῶς ἡμῖν τὸν ἐναντίον γυμνάζοντος λόγον. κατὰ μικρὸν οὖν ἡμεῖς τε, ὑπὲρ ὧν ἔδοξεν ἡμῖν ἐγκαλεῖν, ἀπελυόμεθα, κἀκείνους εἰς τὴνὑπέρ add. E. τῶν ἐπιζητουμένων ὑφʼ ἡμῶν συγκατάθεσιν προηγάγομεν,προσηγάγομεν editi antiqi. ὥστε χάριτι τοῦ Κυρίου εὑρεθῆναι ἡμᾶς μηδὲ εἰς τὸ σμικρότατον πρὸς ἀλλήλους διαφερομένους. οὕτω τοίνυν περὶ ἐννάτην που ὥραν ἀνέστημεν ἐπὶ τὰς προσευχάς, εὐχαριστήσαντες τῷ Κυρίῳ τῷ δόντι ἡμῖν τὸ αὐτὸ φρονεῖν καὶ τὸ αὐτὸ λέγειν. ἐπὶ τούτοις ἔδει με καὶ ἔγραφόν τινα παρὰ τοῦ ἀνδρὸς ὁμολογίαν λαβεῖν, ὥστε καὶ τοῖς ἐναντιουμένοις αὐτῷ φανερὰν γενέσθαι τὴν συγκατάθεσιν, καὶ τοῖς λοιποῖς ἱκανὴν εἶναι τοῦ ἀνδρὸς τῆς προαιρέσεως τὴν ἀπόδειξιν. ἀλλʼ ἐβουλήθην αὐτὸς ὑπὲρὑπέρ R.J.D., ὑπό MSS. et editi. πολλῆς ἀκριβείας, τοῖς ἀδελφοῖς συντυχὼν τοῖς περὶ Θεόδοτον, παρʼ αὐτῶν λαβεῖν γραμματεῖον πίστεως, καὶ αὐτὸοὗτοι E. προτεῖναι τῷ προειρημένῳ· ἵνα ἀμφότερα γένηται, ἥ τε ὀρθὴ πίστις παρʼ αὐτοῦ ὁμολογηθῇ,ὁμολογῆται tres MSS. recen. καὶ αὐτοὶ πληροφορηθῶσι, μηδεμίαν ἔχοντες ἀντιλογίας ὑπόθεσιν ἐκ τοῦ τὰς παρʼ αὐτῶν προτάσεις παραδεχθῆναι. ἀλλὰ πρὶν μαθεῖν τίνος ἕνεκεν συνετύχομεν, καὶ τί ἡμῖν ἐκ τῆς ὁμιλίας κατώρθωται, οἱ περὶ τὸν ἐπίσκοπον Θεόδοτον οὐκέτι ἡμᾶς εἰς τὴν σύνοδον προτρέψασθαι κατηξίωσαν. ἀλλʼ ἀπὸ μέσης ἀνεζεύξαμενἀνέζευξαν editi antiqi. τῆς ὁδοῦ, ἀθυμήσαντες, ὅτι ἀτελεῖς ἡμῖν ποιοῦσι τοὺς ὑπὲρ τῆς εἰρήνης τῶν ἐκκλησιῶν καμάτους.