99
Πῶς οὖν ἦν δυνατόν μοι, τιμιωτάτη κεφαλή,κεφαλῇ E. ποιῆσαί τι τῶν προστεταγμένων, καὶ δοῦναι ἐπισκόπους τῇ Ἀρμενίᾳ, οὕτω πρός με τοῦ κοινωνοῦ τῆς φροντίδος διατεθέντος, παρʼ οὗ ἐγὼ προσεδόκων τοὺς ἐπιτηδείους ἄνδρας εὐρήσειν; διὰ τὸ εἶναι ἐν τῇ παροικίᾳ αὐτοῦ καὶ εὐλαβεῖς καὶ συνετοὺς καὶ τῆς γλώττης ἐμπείρους καὶ τὰ λοιπὰ ἰδιώματα τοῦ ἔθνους ἐπισταμένους· ὧν εἰδὼς τὰ ὀνόματα, ἑκὼνἑκουσίως editi antiqi. σιωπήσομαι, ἵνα μή τι ἐμπόδιον γένηται πρὸς τὸ ἐν ἑτέρῳ γοῦν χρόνῳ χρησιμευθῆναι τὴν Ἀρμενίαν. Καὶ νῦν γενόμενος μέχρι Σατάλων ἐν τοιούτῳ σώματι, τὰ μὲν λοιπὰ ἔδοξα τῇ τοῦ Θεοῦ χάριτι καθιστᾷν, εἰρηνεύσας τοὺς τῆς Ἀρμενίας ἐπισκόπους, καὶ διαλεχθεὶς αὐτοῖς τὰ πρέποντα, ὥστε ἀποθέσθαι τὴν συνήθη ἀδιαφορίανδιαφοράν Bigot., Reg. Secundus, coisl. Secundus. καὶ ἀναλαβεῖν τὴν γνησίαν τοῦ Κυρίου ὑπὲρ τῶν ἐκκλησιῶν σπουδήν, δοὺς αὐτοῖς καὶ τύπους περὶ τῶν ἀδιαφόρως κατὰ τὴν Ἀρμενίαν παρανομουμένων, ὅπως αὐτοῖς προσῆκεν ἐπιμελεῖσθαι. ἐδεξάμην δὲ καὶ ψηφίσματα παρὰ τῆς ἐκκλησίας Σατάλων, παράκλησιν ἔχοντα δοθῆναι αὐτοῖς παρʼ ἡμῶν ἐπίσκοπον. ἐπιμελὲς δέ μοι τοῦτο ἐγένετο, καὶ τὴν περιχυθεῖσαν βλασφημίαν τῷ ἀδελφῷ ἡμῶν Κυρίλλῳ τῷ ἐπισκόπῳ Ἀρμενίας ἀνερευνῆσαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ εὕρομεν αὐτὴν ψευδῶς κινηθεῖσαν ἐκ διαβολῆς τῶν μισούντων αὐτόν· ἣν καὶ φανερῶς ὡμολόγησαν ἐφʼ ἡμῶν. καὶ ἐδόξαμεν μετρίως ἡμεροῦν πρὸς αὐτὸν τὸν ἐν Σατάλοις λαόν, ὥστε μηκέτι αὐτοῦ τὴν κοινωνίαν φεύγειν. εἰ δὲ μικρὰ ταῦτα καὶ οὐδενὸς ἄξια, ἀλλὰ παρʼ ἡμῶν οὐδὲν ἦν πλέον δυνατὸν γενέσθαι, διὰ τὴν ἐκ τῆς τοῦ διαβόλου περιεργίας ἡμῶν αὐτῶν πρὸς ἀλλήλους ἀσυμφωνίαν. ταῦτά με ἔδειταῦτά με ἔδει ταῦτα ἔδει μέν editi antiqi. σιωπᾷν, ἵνα μὴ δόξω δημοσιεύειν ἐμαυτοῦ τὰ ὀνείδη· ἀλλʼ ἐπειδὴ οὐκ ἦν ἄλλως ἀπολογήσασθαί σου τῇ μεγαλοφυΐᾳ, εἰς ἀνάγκην ἦλθον πᾶσαν τῶν γεγονότων τὴν ἀλήθειαν διηγήσασθαι.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων