100
Οὕτως εἶδον τὰ γράμματα τῆς ἀγάπης σου ἐν τῇ γείτονι χώρᾳ τῆς Ἀρμενίας,τῶν Ἀρμενίων editi antiqi. ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόρρωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχοιτύχῃ editi antiqi. ἡ θάλασσα ὑπʼ ἀνέμων. καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ μάλιστα τὴν ἀπʼ αὐτοῦἀπ’ αὐτοῦ ἐπ’ αὐτῷ E, Harl. χάριν ὁ καιρὸς συνηύξησεν,προσηύξησεν editi antiqi. ὃν ὁποῖος ἦν, καὶ ὅπως ἡμᾶς λυπήσας, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαιἐκλαθέσθαι E. τῶν λυπηρῶν· ὁ μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ.
100
Ἐμὲ δὲ ἐπέλιπε παντελῶς τὸ σῶμα, ὥστε μηδὲ τὰς σμικροτάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. πλὴν ἀλλʼ εὔχομαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι· εἰ καὶ ὅτι πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἡ ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν ἐκκλησίαν πραγμάτων. ἐὰν δὲ ὁ Θεός, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν, ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλλουσιν ἕξομεν, ὡς οὐ πάντη ἐσμὲνγενησόμεθα editi antiqi. ἀπόβλητοι τῶν δωρεῶν τοῦ Θεοῦ. τοῦτο γοῦν, ἐὰν ᾖ δυνατόν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι, ἣν δι’ ἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαρίουμακαριωτάτου editi antiqi. μάρτυρος Εὐψυχίου προσεγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην ἡμέραν τοῦ Σεπτεμβρίου μηνός. καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειταιπρόκειται E. πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπισκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθʼ ἡμῶν παρὰ τῆς χρηστότητος Γρηγορίου τοῦ Νυσσαέως ὃς συνόδους συγκροτεῖ κατὰ τὴν Ἀγκύραν καὶ οὐδένα τρόπον ἐπιβουλεύων ἡμῖν ἀφίησιν.
Παραμυθητικήτῇ ὁμοζύγῳ Ἀρινθαίου add. editi antiqi; πρὸς τινὰ θλίψεσιν ἀδικήτοις περιπεσόντα Regius secundus; τινὶ θλίψεσιν ἀδικήτοις περιπεσόντι Bigot.