8
Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως οὐδʼ ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. οὐκ ἄρα εἷς ἀριθμῷ ἐστὶν ὁ Θεός. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλʼἀλλʼ om. F. οὐχ ἕνα τῇ φύσει, ἀλλʼ οὐδʼ ἁπλοῦν τινὰ τοῦτον· τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται· ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν.λέγομεν (ο fr. ω) F. ἀλλʼ οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθʼμετὰ F. ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν. εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὔκ ἐστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὔκ ἐστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν, πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν, ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική. ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων. περιγραπτὴν δὲ λέγω, οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλʼ ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἣνὃ F. καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστι. πᾶν οὖν ἅγιον, ὃ περιγραπτὴν ἔχει τὴν φύσιν καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον πηγή ἐστιν ἁγιασμοῦ, ὑφʼ ἧς πᾶσα ἡ λογικὴ κτίσις κατʼ ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται.