Σαταλεῦσινἀνεπίγραφος ἐπὶ ἐκκλησίᾳ E.
103
Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦαὐτοῦ om. E τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος, καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ὑμῖνἡμῖν editi antiqi. τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατʼ ἐντολὰςἐντολήν E. τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθʼ ὑπερβολὴν ἐν τῷ ὀνόματιῥήματι editi antiqi. τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων.
Μοδέστῳ ὑπάρχῳ
104
Αὐτὸ τὸ γράφειν πρὸς ἄνδρα τοσοῦτον, κἂν μηδεμία πρόφασις ἑτέρα προσῇ, μέγιστόν ἐστι τῶν εἰς τιμὴν φερόντων τοῖς αἰσθανομένοις· διότι αἱ πρὸς τοὺς παμπληθὲςπαμπληθεῖς editi antiqi. τῶν λοιπῶν ὑπερέχοντας ὁμιλίαι μεγίστην τοῖς ἀξιουμένοιςτήν add. E. περιφάνειαν προξενοῦσιν. ἐμοὶ δʼ ὑπὲρ πατρίδος πάσης ἀγωνιῶντι ἀναγκαία πρὸς τὴν σὴν μεγαλόνοιαν ἡ ἔντευξις, ἧς ἱκετεύω πράως καὶ κατὰ τὸν σεαυτοῦ τρόπον ἀνασχέσθαι, καὶ χεῖρα ὀρέξαι τῇ πατρίδι ἡμῶν εἰς γόνυ ἤδηἤδη om. E κλιθείσῃ.ἐλθούσῃ editi antiqi. ἔστι δὲ ὑπὲρ οὗ ἱκετεύομένἱκετεύωμεν E. σε τὸ πρᾶγμα τοιοῦτον.
104
Τοὺς τῷ Θεῷ ἡμῶν ἱερωμένους, πρεσβυτέρους καὶ διακόνους, ὁ παλαιὸς κῆνσος ἀτελεῖς ἀφῆκεν.ἀφῆκαν editi antiqi. οἱ δὲ νῦν ἀπογραψάμενοι, ὡς οὐ λαβόντες παρὰ τῆς ὑπερφυοῦς σου ἐξουσίας πρόσταγμα,προστάματα E. Harl. ἀπεγράψαντο, πλὴν εἰ μὴ πού τινες ἄλλως εἶχον ὑπὸ τῆς ἡλικίας τὴν ἄφεσιν. δεόμεθα οὖν μνημόσυνον τῆς σῆς εὐεργεσίας τοῦτο ἡμῖν ἀφεθῆναι,ἐναφεθῆναι editi antiqi. παντὶ τῷ ἐπιόντι χρόνῳ ἀγαθὴν περὶ σοῦ μνήμην διαφύλαττον, καὶ συγχωρηθῆναι κατὰ τὸν παλαιὸν νόμον τῆς συντελείας τοὺς ἱερατεύοντας·τῆς . . . ἱερατεύοντας τὴν συντελείαν τοῖς ἱερατεύουσι E. καὶ μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν (οὕτω γὰρ εἰς τοὺς διαδόχους ἡ χάρις μεταβήσεται, οὓς οὐ πάντως συμβαίνει τοῦ ἱερατεύειν ἀξίους εἶναι), ἀλλὰ κατὰ τὸν ἐν τῇ ἐλευθέρᾳ ἀπογραφῇ τύπον κοινήν τινα συγχώρησιν κληρικῶν γενέσθαι, ὥστε ὑπὸ τῶν οἰκονομούντων τὰς ἐκκλησίας τοῖς ἑκάστοτε λειτουργοῦσι τὴν ἀτέλειαν δίδοσθαι.