104
Ταῦτα καὶ τῇ σῇ μεγαλοφυΐᾳ ἀθάνατον τὴν ἐπὶ τοῖς ἀγαθοῖς δόξαν διαφυλάξει, καὶ τῷ βασιλικῷ οἴκῳ πολλοὺς τοὺς ὑπερευχομένους παρασκευάσει, καὶ αὐτοῖς τοῖς δημοσίοις μέγα παρέξει ὄφελος, ἡμῶν οὐ πάντως τοῖς κληρικοῖς, ἀλλὰ τοῖς ἀεὶ καταπονουμένοις τὴν ἀπὸ τῆς ἀτελείας παραμυθίαν παρεχομένων· ὅπερὥσπερ editi antiqi. οὖν καὶ ἐπὶ τῆς ἐλευθερίαςἐλευθέρας E. ποιοῦμεν, ὡς ἔξεστι γνῶναι τῷ βουλομένῳ.
Διακόνοις θυγατράσι Τερεντίου ΚόμητοςΦερεντίου κόμητος editi antiqi. περὶ πίστεως add. quidam MSS.
105
Ἐγὼ καὶ Σαμοσάτοις ἐπιστὰς προσεδόκησα συντεύξαθαι τῇ κοσμιότητι ὑμῶν· καὶ ἐπειδὴ διήμαρτον τῆς συντυχίας, οὐ μετρίως ἤνεγκα τὴν ζημίαν, λογιζόμενος πότε εἴη ἢ ἐμοὶ δυνατὸν πάλιν πλησιάσαι τοῖς καθʼ ὑμᾶς χωρίοις ἢεἰ add. E. ὑμῖν ἢ ὑμῖν ἤ εἰ ὑμῖν editi antiqi. αἱρετὸν τὴν ἡμετέραν καταλαβεῖν. ἀλλʼ ἐκεῖνα μὲν κείσθω ἐν τῷ θελήματι τοῦ Κυρίου.