110
Νῦν δὲ ὁμοῦ μὲν καὶ τὸ λαβεῖν τὴν ἐξουσίανΝῦν ... ἐξουσίαν om. E. τοῦ ἐπιστέλλειν παρὰ τῆς ἀπαραβλήτου σου μεγαλοφυΐας, ὁμοῦ δὲ καὶ χρεία τῶν καταπονουμένων ἐξεβιάσατό με πρὸς τὸ θαρσεῖν. εἴ τις οὖν καὶ παρὰ τῶν μικρῶν ἐπὶ τοῖς μεγίστοιςμεγάλοις E. ἱκετηρίας ἰσχύς, παρακλήθητι, θαυμασιώτατε, φιλανθρώπῳ νεύματι ἐλεεινῇ ἀγροικίᾳ τὴν σωτηρίαν χαρίσασθαι, καὶ τοῖς τὸν Ταῦρον οἰκοῦσι τὸν σιδηροφόρον φορητὴν προστάξαι γενέσθαι τὴν τοῦ σιδήρου συντέλειαν, ὡς μὴ εἰς ἅπαξ αὐτοὺς ἐκτριβῆναι, ἀλλὰ διαρκῇ αὐτῶν εἶναι τὴν ὑπηρεσίαν τοῖς δημοσίοις· οὗ μάλιστα πάντων μέλειν τῇ ἀξιαγάστῳ σου φιλανθρωπίᾳ πεπείσμεθα.
Μοδέστῳ ὑπάρχῳ
111
Ἄλλως μὲν οὐκ ἂν ἐθάρρησα δι’ ὄχλου γενέσθαι τῇ μεγαλοφυΐᾳ σου, εἰδὼς καὶ ἐμαυτὸν μετρεῖν καὶ τὰς ἐξουσίας γνωρίζειν. ἐπειδὴ δὲ εἶδον ἄνδρα φίλον ἐναγωνίως διακείμενον ἐπὶ τῷ μετακληθῆναι, ἀπετόλμησα αὐτῷ δοῦναι τὴν ἐπιστολὴν ταύτην, ἵνα ἀνθʼ ἱκετηρίαςἱκεσίας Reg. uterque, Coisl. secundus. αὐτὴν προβαλλόμενος τύχῃ τινὸς φιλανθρωπίας. πάντως δέ, εἰ καὶ ἡμεῖς οὐδενὸς λόγου ἄξιοι, ἀλλʼ αὐτὸ τὸ μέτριονμέτρον editi antiqi. ἱκανὸν δυσωπῆσαι τὸν φιλανθρωπότατον τῶν ὑπάρχωνἐπάρχων E. Med. καὶ ἡμῖν δοῦναι συγγνώμην, ἵνα, εἰ μὲν μηδὲν πεπλημμέληται τῷ ἀνδρί, σωθῆναι αὐτὸν δι’ αὐτὴν τὴν ἀλήθειαν, εἰ δὲ καὶ ἥμαρτεν, ἀφεθῆναι αὐτῷ δι’ ἡμᾶς τοὺς ἱκετεύσαντας.
111
Οἷα δὲ τὰ ἐνταῦθα τῶν πραγμάτων ἐστί, τίς μᾶλλον ἐπίσταται σοῦ, τοῦ καὶ ἐπιβλέποντος τὰ παρʼ ἑκάστῳἑκάστου editi antiqi. σαθρὰ καὶ τῇ θαυμασίᾳ προμηθείᾳ τὰ πάντα διακρατοῦντος;
Ἀνδρονίκῳ ἡγεμόνιὑπὲρ τοῦ πρεσβυτέρου add. E. πρὸ πρεσβυτέρου add. Vat., Med.