114
Ἔστι δέ, ὡς ἐμαυτὸν πείθω, τὰ οὔτε ὑμῖν ὑπεναντία, καὶ τοῖς προειρημένοις τῶν ἀδελφῶν αὐτάρκη πρὸς πληροφορίαν, ταῦτα, ὁμολογεῖν ὑμᾶς τὴν ὑπὸ τῶν πατέρων ἡμῶν ἐκτεθεῖσαν πίστιν τῶν ἐν Νικαίᾳ ποτὲ συνελθόντων, καὶ μηδεμίαν τῶν ἐκεῖ λέξεων ἀθετεῖν, ἀλλʼ εἰδέναι ὅτι τριακόσιοι δέκα καὶ ὀκτώ, ἀφιλονείκως συνιόντες, οὐκ ἄνευ τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας ἐφθέγξαντο· προσθεῖναι δὲ τῇ πίστει ἐκείνῃ καὶ τὸ μὴ χρῆναι λέγειν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μὴ μέντοι μηδὲ τοῖς λέγουσι κοινωνεῖν, ἵνα καθαρὰ ᾖ τοῦ Θεοῦ ἡ Ἐκκλησία, μηδὲν ζιζάνιον ἑαυτῇ παραμεμιγμένον ἔχουσα. ταύτης αὐτοῖς τῆς πληροφορίας παρὰ τῆς εὐσπλαγχνίας ὑμῶν προτεθείσης, καὶ αὐτοὶ πρέπουσαν ὑμῖν ὑποταγὴν ἕτοιμοί εἰσι παρασχέσθαι. αὐτὸς γὰρ ἐγγυῶμαι τὸ μέρος τῶν ἀδελφῶν, ὡς εἰς οὐδὲν ἀντεροῦσιν, ἀλλὰ πᾶσαν ὑμῖν ἐπιδείξονται εὐταξίας ὑπερβολήν, ἑνὸς τούτου αὐτοῖς τοῦ ἐπιζητουμένου παρʼ αὐτῶν ὑπὸ τῆς ὑμετέρας τελειότητος ἑτοίμως παρασχεθέντος.
Σιμπλικίᾳ αἱρετικῇβασίλειος add. E.
115
Ἀβούλως οἱ ἄνθρωποι καὶ μισοῦσι τοὺς κρείττονας καὶ φιλοῦσι τοὺς χείρονας. διὸ δὴ καὶ αὐτὸς κατέχω τὴν γλῶτταν, σιωπῇ τῶν ἐμῶν ὕβρεων πνίγων τὸν ὄνειδον. ἐγὼ δὲ μενῶ τὸν ἄνωθεν δικαστήν, ὃς οἶδε πᾶσαν κακίαν ἐν τέλει ἀμύνεσθαι. κἂν γὰρ ὑπὲρ ψάμμον ἐκχέῃἐκχέει editi antiqi. τις χρήματα, βλάπτει ψυχήν, πατήσας τὸ δίκαιον. ἀεὶ γὰρ θυσίαν Θεός, οὐχ ὡς χρῄζων, οἶμαι, ζητεῖ, ἀλλὰ θυσίαν πολυτελῆ τὴν εὐσεβῆ καὶ δικαίαν γνώμην δεχόμενος. ὅταν δέ τις ἑαυτὸν παραβαίνων πατῇ, κοινὰς λογίζεται τὰς εὐχάς.