119
Καὶ διὰ τοῦ αἰδεσιμωτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ μουμου om. E Πέτρου προσφθέγγομαί σου τὴν ἀγάπην,καί editi antiqi. παρακαλῶν σε ὡς διὰ πάσης προφάσεως καὶ νῦν προσεύχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα, μεταβαλλόμενοςμεταβαλόμενος E. Reg. secundus, Bigot. alter. ἀπὸ τοῦ φευκτοῦἀπευκτοῦ editi antiqi. τούτου καὶ βλαβεροῦ τρόπου, γένωμαί ποτε ἄξιος τοῦ ὀνόματος τοῦ Χριστοῦ. πάντως δέ, κἂν ἐγὼ μὴ λέγω, διαλεχθήσεσθε πρὸς ἀλλήλους περὶ τῶν καθʼ ἡμᾶς, καὶ γνωρίσει σοι τὴν ἀκρίβειαν τῶν πεπραγμένων, ὥστε μὴ παραδεχθῆναι ἀβασανίστως τὰς πονηρὰς καθʼ ἡμῶν ὑπονοίας, ἃς εἰκὸς κατασκευάζειν τοὺς καὶ παρὰ τὸν τοῦ Θεοῦ φόβον καὶ παρὰ τὴν τῶν ἀνθρώπων ὑπόληψιν εἰς ἡμᾶς ἐξυβρίσαντας. οἷα γὰρ ἡμῖν ἐνεδείξατο ὁ γενναῖος Βασίλειος, ὃν ἀντὶ φυλακτηρίου τῆς ἐμῆς ζωῆς παρὰ τῆς σῆς εὐλαβείας ὑπεδεξάμην, ἐγὼ μὲν καὶ εἰπεῖν αἰσχύνομαι· εἴσῃ δὲ τὰ καθʼ ἕκαστον παρὰ τοῦ ἀδελφοῦ ἡμῶν διδαχθείς. καὶ τοῦτο λέγω οὐκ ἐκεῖνον ἀμυνόμενος (εὔχομαι γὰρ αὐτῷ μὴ λογισθῆναι παρὰ τοῦ Κυρίου), ἀλλὰ βεβαίαν μοι τὴν παρὰ σοῦ ἀγάπην μεῖναι ἡμῖν διοικούμενος, ἣν φοβοῦμαι μὴ διασαλεύσωσι ταῖς ὑπερβολαῖς τῶν διαβολῶν, ἃς εἰκὸς αὐτοὺς κατασκευάσαι εἰς ἀπολογίαν τοῦ πταίσματος. ὅπεροὗπερ Medicaeus, Regius primus, Bigot. alter. δʼ ἂν κατηγορήσωσιν ἡμῶν, ἐκεῖνο παρὰ τῆς σῆς ἀγχινοίας ἐξεταζέσθωσαν, εἰ ἐνεκάλεσαν ἡμῖν, εἰ τὴνεἰ τὴν... εἰ ὅλως τὴν ... ἢ ὅλως editi antiqi. διόρθωσιν τοῦ ἁμαρτήματος οὗ νῦν ἡμῖν ἐπάγουσιν ἐπεζήτησαν, εἰ ὅλως φανερὰν ἑαυτῶν τὴν πρὸς ἡμᾶς λύπην κατέστησαν. νῦν δέ, ἐν φαιδρῷ τῷ προσώπῳ καὶ πεπλασμένοιςτετιμημένοις tres MSS. ἀγάπης ῥήμασιν ἀμύθητόν τινα δόλου καὶ πικρίας βυθὸν τῇ ψυχῇ συγκαλύπτοντες, διὰ τῆς ἀνελευθέρου φυγῆςσιωπῆς E, editi antiqi. ἐφανέρωσαν. ἐφʼ ᾧ ὅσον μὲν ἡμῖνἡμῖν... δὲ προξενοῦμεν E. ἐποιήσαντο πένθος, ὅσον δὲ τὸν γέλωτα τοῖς ἀεὶ τὸν εὐλαβῆ βίον ἐν τῇ ἀθλίᾳ ταύτῃ πόλει βδελυσσομένοις καὶ τέχνην πρὸς τὸ πιστευθῆναι καὶ σχηματισμὸν εἰς ἀπάτην τὸ πλάσμα τῆς σωφροσύνηςταπεινοφροσύνης E. Harl., Reg. secundus. διαβεβαιουμένοις ἐπιτηδεύεσθαι, πάντως, κἂν ἡμεῖς μὴ διηγησώμεθα, γνώριμον τῇ συνέσει σου. ὡς μηδὲν ἐπιτήδευμα οὕτως ὕποπτον εἶναι πρὸς κακίαν λοιπὸν τοῖς ἐνταῦθα, ὡς τὸ ἐπάγγελμα τοῦ ἀσκητικοῦ βίου.