119
Ἃ πῶς χρὴἃ πῶς ὅπως οὖν E, editi antiqi. θεραπευθῆναι, τῆς σῆς ἂν εἴη συνέσεως φροντίσαι.φροντίς Vat.; καὶ φροντίδος tres alii MSS. τὰ γὰρ παρὰ Σωφρονίου συρραπτόμενασυνερραμμένα editi antiqi. ἐγκλήματα ἡμῖν οὐκ ἀγαθῶν ἐστὶ προοίμια, ἀλλʼ ἀρχὴ διαιρέσεως καὶ χωρισμοῦ καὶ σπουδὴ τοῦ καὶ τὴν ἐν ἡμῖν ἀγάπην ἀποψυγῆναι. ὃν ὑπὸ τῆς σῆς εὐσπλαγχνίας παρακαλοῦμεν κατασχεθῆναι ἀπὸ τῆς βλαβερᾶς ταύτης ὁρμῆς, καὶ πειραθῆναι τῇ παρʼ ἑαυτοῦ ἀγάπῃ κατασφίγγειν μᾶλλον τὰ διιστάμενα καὶ μὴκαὶ μὴ ἤ E. τοῖς πρὸς διάστασιντὸ διαστασιάζειν editi antiqi. ὡρμημένοις συνεπιτείνειν τὸν χωρισμόν.
Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας
120
Γράμματα ἐδεξάμην παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου, προστάσσοντα πάλιν γραφῆναι τοῖς δυτικοῖς περί τινων ἐκκλησιαστικῶν. καὶ ἐβουλήθη παρʼ ἡμῶν τυπωθῆναι τὴν ἐπιστολὴν ὑπογραφῆναι δὲ παρὰ πάντων τῶντῶν om. E κοινωνικῶν. ἐπεὶ οὖν οὐχ εὗρον ὅπως ἐπιστείλω περὶ ὧν ἐπέταξε, παρέπεμψα τὸ ὑπομνηστικὸν τῇ θεοσεβείᾳ σου, ἵνα καὶ αὐτῷ ἐντυχὼν καὶ τοῖς ἀναφερομένοις παρὰ τοῦ ποθεινοτάτου ἀδελφοῦ Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου προσέχων,προσχών E. αὐτὸς καταξιώσῃς ὡς παρίσταταί σοιπαρίσταταί σοι καταξιώσαις editi antiqi. περὶ τούτων τυπῶσαι, ἡμῶν ἑτοίμως ἐχόντων καὶσοι add. editi antiqi. αὐτῷ συνθέσθαι καὶ ταχέως ποιῆσαι περικομισθῆναιπαρακομισθῆναι E. τοῖς κοινωνικοῖς, ὥστε τὰς πάντων ὑπογραφὰς ἔχοντα ἀπελθεῖν τὸν μέλλοντα ὁρμᾷν πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους. ταχέωςοὖν add. editi antiqi. ἡμῖν τὸ παριστάμενον τῇ ὁσιότητί σου γνωρισθῆναι κέλευσον, ἵνα μὴ ἀγνοῶμεν τὰ δόξαντά σοι.