122
Πάντως ἐπεζήτησαςἐπιζητήσας editi antiqi. γράμματα παρὰ τῶν Ἀρμενίων, ὅτε ἐπανῆκαν διὰ σοῦ, καὶ τὴν αἰτίαν ἔμαθες, δι’ ἣν οὐκ ἔδωκα αὐτοῖς τὴν ἐπιστολήν. εἰ μὲν οὖν εἶπον φιλαλήθως, ἔδωκας ἡμῖν αὐτόθεν τὴν συγγνώμην· εἰ δὲ ἀπεκρύψαντο ἐκεῖνοι, ὅπερ οὐκοὖν E. εἰκάζω—ἀλλὰ παρʼ ἡμῶν ἄκουε.
122
Ὁ τὰ πάντα γενναῖος Ἄνθιμος, ὁ διὰ μακροῦ χρόνου τὴν πρὸς ἡμᾶς εἰρήνην σπεισάμενος, ἐπειδὴ εὗρε καιρὸν ἑαυτοῦ τετήν add. E. κενοδοξίαν ἐκπληρῶσαι καὶ ἡμῖν λύπην τινὰ προξενῆσαι, ἐχειροτόνησε τὸν Φαῦστον ἰδίᾳ αὐθεντίᾳ καὶ ἰδίᾳ χειρί, οὐδενὸς ὑμῶν ἀναμείνας ψῆφον καὶ ἡμῶν καταγελάσας ἀκριβολογουμένων περὶ τὰ τοιαῦτα. ἐπεὶ οὖν συνέχεε μὲν παλαιὰν εὐταξίαν, κατεφρόνησε δὲ καὶ ὑμῶν, παρʼ ὧν ἀνέμενον ἐγὼ τὴν μαρτυρίαν δέξασθαι, ἐποίησε δὲ πρᾶγμα οὐκ οἶδα εἰ εὐάρεστον τῷ Θεῷ, τούτου ἕνεκενἕνεκα E. λυπηθεὶς πρὸς αὐτούς, οὐδεμίαν ἔδωκα ἐπιστολὴν πρὸς οὐδένα τῶν Ἀρμενίων, οὐδὲ πρὸς τὴν σὴν εὐλάβειαν. ἀλλʼ οὐδὲ εἰς κοινωνίαν ἐδεξάμην τὸν Φαῦστον, φανερῶς διαμαρτυρόμενος, ὅτι εἰ μὴ ὑμέτερά μοι κομίσειε γράμματα, πάντα τὸν χρόνον ἔσομαι καὶ αὐτὸς ἠλλοτριωμένος καὶ τοὺς ὁμοψύχους μοιμου E. οὕτω διαθήσω πρὸς αὐτὸν ἔχειν.
122
Εἰ μὲν οὖν ἰάσιμα τὰ γενόμενα, σπούδασον αὐτός τε ἐπιστεῖλαι μαρτυρῶν αὐτῷ, εἰ ὁρᾷς ἀγαθὴν τοῦ ἀνδρὸς τὴν ζωήν, καὶ τοὺς ἄλλους προτρέψασθαι· εἰ δὲ ἀνίατα, καὶ τοῦτό μοι φανερὸν ποίησον, ὥστε μηκέτι με αὐτοῖς καθόλου προσέχειν, εἰ καὶ ὅτι, ὡς ἔδειξαν, ὥρμηνται λοιπὸν πρὸς τὸν Ἄνθιμον ἑαυτῶνἑαυτόν E. μεταθεῖναι τὴν κοινωνίαν, ἡμῶν καὶ τῆς ἐκκλησίας ταύτης, ὡς ἑώλων εἰς φιλίαν, καταφρονήσαντες.
Οὐρβικίῳ μονάζοντι
123
Ἔμελλες ἡμῖν παρέσεσθαι(καὶ τὸ ἀγαθὸν ἐγγὺς) ἄκρῳ γοῦν δακτύλῳ καταψύξαικαταψύξων editi antiqi. ἡμᾶς ἐν τοῖς πειρασμοῖς φλεγομένους. εἶτα τί; αἱ ἁμαρτίαι ἡμῶν ἀντέβησαν καὶ διεκώλυσαν τὴν ὁρμήν, ἵνʼ ἀθεράπευτα κάμνωμεν. ὥσπερ γὰρ ἐν τοῖς κύμασι τὸ μὲν λήγει, τὸ δὲ ἀνίσταται, τὸ δὲ ἤδη φρίκῃ μελαίνεται, οὕτω καὶ τῶν ἡμετέρων κακῶν τὰ μὲν πέπαυται, τὰ δὲ πάρεστι, τὰ δὲ προσδοκᾶται· καὶ μία τῶν κακῶν ἡμῖν, ὡς ἐπὶ τὸ πλεῖστον, ἀπαλλαγή, εἶξαι τῷ καιρῷ καὶ ὑπεξελθεῖν τοῖς διώκουσιν.