123
Ἀλλὰ καὶ πάρεσο ἡμῖν,πάρεσο ἡμῖν ἡμῖν ἧκε μόλις editi antiqi. ἢ παραμυθούμενος, ἢ καὶ γνώμην δώσων, ἢ καὶ προπέμψων,προσπέμψων editi antiqi. πάντως δὲ αὐτῷ τῷ ὀφθῆναι ῥᾴους ποιῄσων. καὶ τὸ μέγιστον, εὔχου, καὶ ὑπερεύχου, μὴ καὶ τοὺς λογισμοὺς ἡμῶν βαπτισθῆναι ὑπὸ τοῦ κακοῦ καὶ τοῦκαὶ τοῦ om. quinque MSS. κλύδωνος, ἀλλʼ ἐν πᾶσι διαφυλάσσειν τῷ Θεῷ τὸ εὐχάριστον, ἵνα μὴ ἐν τοῖς κακοῖς δούλοις ἀριθμηθῶμεν, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι, παιδεύοντι δὲ διὰ τῶν ἐναντίων μὴ προστιθέμενοι· ἀλλὰ καὶ δι’ αὐτῶν τῶν δυσχερῶν ὠφελώμεθα, μᾶλλον αὐτῷ πιστεύοντες, ὅτε καὶ μᾶλλον χρῄζομεν.
Θεοδώρῳἀσπαστική add. Reg. secundus, Coisl. secundus, editi antiqi.
124
Λέγουσί τινες τοὺς ἑαλωκότας τῷ πάθει τοῦ ἔρωτος, ὅταν κατά τινα βιαιοτέραν ἀνάγκην τῶν ποθουμένων ἀπάγωνται, εἰ πρὸς τὴν εἰκόνα τῆς ἀγαπηθείσης μορφῆς ἀποβλέψειαν, τὸ σφοδρὸν ἀναπαύειν τοῦ πάθους διὰ τῆς ἐν ὀφθαλμοῖς ἀπολαύσεως. εἰ μὲν οὖν ἀληθῆ ταῦτα ἢᾖ editi antiqi. μὴ λέγειν οὐκ ἔχω· ὃ δέ μοι πρὸς τὴν σὴν συμβέβηκεν ἀγαθότητα οὐ πόρρω τῶν εἰρημένων ἐστίν. ἐπειδὴ γὰρ γέγονέ τις διάθεσις ἐμοὶ πρὸς τὴν ἱερὰν καὶ ἄδολόν σου ψυχήν, ἵνʼ οὕτως εἴπω, ἐρωτική, τὸ δὲ ἀπολαύειν τῶν ποθουμένων, ὡς οὐδὲ ἄλλο τι τῶν ἀγαθῶν, οὐκ ἐν εὐκολίᾳ ἡμῖν ἐστὶ διὰ τὴν ἐκ τῶν ἁμαρτιῶν ἐναντίωσιν, ἐνόμισα εἰκόνα τῆς ἀγαθότητός σου ἐναργεστάτην ἐν τῇ τῶν εὐλαβεστάτων ἡμῶν ἀδελφῶν παρουσίᾳ ἑωρακέναι. καὶ εἰ δίχα τούτων συνέβη τῇ σῇ με περιτυχεῖν γνησιότητι, ἐλογισάμην ἂν ἐν σοὶ κἀκείνους ἑωρακέναι· διότι τῆς ἀγάπης, λέγω, τοσοῦτον ἐν ἑκάστῳ ὑμῶν τὸ μέτρον ἐστίν, ὡς ἐπίσης τὴν περὶ τοῦ πλείονος ἑκάστῳ φιλονεικίαν ἐμφαίνεσθαι. ἐπὶ τούτοις ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, καὶ εὔχομαι, εἴπερ ἔτι ὑπολείπεταί τις χρόνος ζωῆς, γενέσθαι μοι διὰ σοῦ τὴν ζωὴν ἡδεῖαν, ὡς τό γε νῦν ἄθλιον πρᾶγμα τὸ ζῇν καὶ φευκτὸν εἶναι ἡγοῦμαι, τῆς τῶν φιλτάτων συνουσίας κεχωρισμένον.κεχωρισμένος editio secunda Paris. οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφʼ ᾧ τις ἂν εὐθυμήσειε, τῶν ἀληθῶς ἀγαπώντων διεζευγμένος.
Ἀντίγραφον Πίστεως ὑπαγορευθείσης παρὰ τοῦ