125
Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει δολοῦντες τὸν λόγον τῆς ἀληθείας καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες. ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν, ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ψιλὸν αὐτὸν ἐξηγούμενος λόγον, ἐκεῖθεν προφασίσασθαιπροφασίζεσθαι Coisl. secundus, Reg. secundus. τὰς ἀρχὰς εἰληφέναι, τοῦ ὁμοουσίου τὴν διάνοιαν κακῶς ἐξηγούμενος.ἐξηγούμενος om. E καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου, ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἶναι ὑπολαμβάνοντες, ἐκεῖθεν ἕλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει, ὅτι Ἐὰν δέ τις λέγῃλέγει Harl.; λέξῃ editi antiqi. ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως τὸν Υἱόν, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. οὐ γὰρ ταὐτὸν εἶπον ἐκεῖἐκεῖνοι editi antiqi. οὐσίαν καὶ ὑπόστασιν. εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; ἀλλὰ δῆλον ὅτι, ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός, τῶν δὲ λεγόντων οὔτε ἐκ τῆς οὐσίας ἀλλʼ ἐξ ἄλλης τινὸς ὑποστάσεως, οὕτως ἀμφότερα, ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἀπηγόρευσαν. ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν, οὐκέτι προσθέντες καὶ τὸ ἐκ τῆς ὑποστάσεως. ὥστε ἐκεῖνο μὲν ἐπʼ ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου δόγματος. δεῖ τοίνυν ὁμολογεῖν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, καθὼς γέγραπται, ὁμολογεῖν δὲ ἐν ἰδίᾳ μὲν ὑποστάσει τὸν Πατέρα, ἐν ἰδίᾳ δὲ τὸν Υἱόν, καὶ ἐν ἰδίᾳ τὸ Πνεῦμα τὸ ἅγιον, καθὰ καὶ αὐτοὶ σαφῶςεὐσεβῶς Harl., Regius. ἐκδεδώκασιν. αὐτάρκως γὰρ καὶ σαφῶςσοφῶς Harl. secunda manu, editi antiqi. ἐνεδείξαντο εἰπόντες, φῶς ἐκ φωτός, ὅτι ἕτερον μὲν τὸ γεννῆσαν φῶς, ἕτερον δὲ τὸ γεννηθέν, φῶς μέντοι καὶ φῶς· ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν τῆς οὐσίας λόγον. ἐγκείσθω δὴ ἡμῖν καὶ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν συγγραφεῖσα.