8
Τὰ δὲ ῥήματα τῆς θείας Γραφῆς, ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνείδησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ Μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσωμεν, κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτῶν τὴν διάνοιαν. καὶ πρῶτον ἡμῖν προτιθέσθωπροτιθείσθω F. τὸ Ἐγὼ ζῶ διὰ τὸν Πατέρα· τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶς αὐτῷ κεχρημένων. ἐνταῦθα δὲ τὸ ῥητὸν οὐ τὴν προαιώνιον, ὡς οἶμαι, ζωὴν ὀνομάζει (πᾶν γὰρ τὸ δι’ ἕτερον ζῶν αὐτοζωὴαὐτοζῶν F. εἶναι οὐ δύναται, ὡς οὐδὲ τὸ ὑφʼ ἑτέρου θερμανθὲν αὐτοθερμότης εἶναι, ὁ δὲ ΧριστὸςΚύριος F. καὶ Θεὸςκαὶ Θεὸςom. F. ἡμῶν εἴρηκεν, Ἐγώ εἰμι ἡ ζωή), ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην, ἣν ἔζησε διὰ τὸν Πατέρα. βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων· καὶ οὐκ εἶπεν, Ἐγὼ ἔζησα διὰ τὸν Πατέρα, ἀλλʼ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, σαφῶς τὸν παρόντα προσημαίνωνπροσσημαίνων F. χρόνον. δύναται δὲ καὶ ζωὴν λέγειν ἣν δῇ ὁ Χριστός, τὸν λόγον τοῦ Θεοῦ ἔχων ἐν ἑαυτῷ. καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον, ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα. Καὶ ὁ τρώγων με, φησί, ζήσεται δι’ ἐμέ· τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα καὶ πίνομεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι, διὰ τῆς ἐνανθρωπήσεως καὶ τῆς αἰσθητῆς ζωῆς, τοῦ Λόγου καὶ τῆς σοφίας. σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὠνόμασε, καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε, δι’ ἧς τρέφεταιτε add. F. ψυχὴ καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευάζεται. καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον.