130
Εἰ δὲ καὶ μηδὲν ἦν ἐκείνων, τὸ ὑπόγυον τοῦτο, τὸ τολμηθὲν αὐτῷ, τίνι οὐκ ἂν φρίκην καὶ ἀποστροφὴν παντελῆ τοῦ ἀνδρὸς ἐνεποίησεν; ὅς γε, ὡς ἀκούω (εἴ γε ἀληθὴς ὁ λόγος καὶ μὴ πλάσμα ἐστὶν ἐπὶ διαβολῇ συντεθέν), ὅτι καὶ ἀναχειροτονῆσαί τινας ἐτόλμησεν, ὃ μέχρι σήμερον οὐδεὶς τῶν αἱρετικῶν ποιήσας φαίνεται. πῶς οὖν δυνατὸν πράως φέρειν ἡμᾶς τὰ τοιαῦτα καὶ ἰάσιμα εἶναι νομίζειν τοῦ ἀνδρὸς τὰ ἁμαρτήματα ; μὴ τοίνυν ψευδέσι λόγοις παράγεσθε, μηδὲ ὑπονοίαις ἀνδρῶν πάντα εὐκόλως πρὸς τὸ κακὸν ἐκλαμβανόντων πείθεσθε, ὡς ἄρα ἡμεῖς ἀδιάφοραἀδιάφορα Coisl. secundus, Reg. secundus. τιθέμεθα τὰ τοιαῦτα. γίνωσκε γάρ, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, ὅτι οὔπω οἶδα τοσοῦτον πένθος ἄλλοτε τῇ ψυχῇ μου παραδεξάμενος, ὅσον νῦν, ὅτε ἤκουσα τῶν ἐκκλησιαστικῶν θεσμῶν τὴν σύγχυσιν. ἀλλὰ μόνον εὔχου, ἵνα δῴη ἡμῖν ὁ Κύριος μηδὲν κατὰ θυμὸν ἐνεργεῖν, ἀλλʼ ἔχειν τὴν ἀγάπην, ἥτις οὐκ ἀσχημονεῖ, οὐ φυσιοῦται. ὅρα γὰρ ὅπωςπῶς editi antiqi. οἱ μὴ ἔχοντες ταύτην ἐπήρθησαν μὲν ὑπὲρ τὰ μέτρα τὰ ἀνθρώπινα, ἐνασχημονοῦσι δὲ τῷ βίῳ, κατατολμῶντες πράξεων, ὧν ὁ παρελθὼν χρόνος οὐκ ἔχει τὰ ὑποδείγματα.
Ὀλυμπίῳ