133
Τῆς μὲν σωματικῆς φιλίας ὀφθαλμοὶ πρόξενοι γίνονται, καὶ ἡ διὰ μακροῦ χρόνου ἐγγινομένη συνήθεια βεβαιοῖ· τὴν δὲ ἀληθινὴν ἀγάπην ἡ τοῦ Πνεύματος δωρεὰ συνίστησι, συνάπτουσα μὲν τὰ μακρῷ διεστῶτα τόπῳ, γνωρίζουσα δὲ ἀλλήλοις τοὺς ἀγαπητούς, οὐ διὰ σωματικῶν χαρακτήρων, ἀλλὰ διὰ τῶν τῆς ψυχῆςἀρετῆς editi antiqi. ἰδιωμάτων. ὃ δὴ καὶ ἐφʼ ἡμῶν ἡ τοῦ Κυρίου χάρις ἐποίησε, παρασχομένη ἡμᾶς ἰδεῖν σε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, καὶ περιπτύξασθαί σε τῇ ἀγάπῃ τῇ ἀληθινῇ, καὶ οἱονεὶ συμφυῆναί σοι καὶ πρὸς μίαν ἐλθεῖν ἕνωσιν ἐκ τῆς κατὰ τὴν πίστιν κοινωνίας. πεπείσμεθα γάρ σε ἀνδρὸς τοσούτου θρέμμα ὑπάρχοντα, καὶ τὴν ἐκ παλαιοῦ διατριβὴν μετʼ αὐτοῦ λαχόντα, τῷ αὐτῷ πορεύεσθαι πνεύματι, καὶ τοῖς αὐτοῖς στοιχεῖν τῆς εὐσεβείας δόγμασι.
133
Διὸ καὶ προσφθεγγόμεθά σου τὴν τιμιότητα, καὶ παρακαλοῦμεν μετὰ τῶν ἄλλων καὶ τὴν περὶ ἡμᾶς διάθεσιν τοῦ μεγάλου ἀνδρὸς διαδέξασθαι· ἐπιστέλλειν τε ἡμῖν συνήθως τὰ κατὰ σαυτόν, καὶ ἐπιμελεῖσθαι τῆς πανταχοῦ ἀδελφότητος τοῖς αὐτοῖς σπλάγχνοις καὶ τῇ αὐτῇ προθυμίᾳ, ᾗ καὶ ὁ μακαριώτατοςμακάριος E. ἐκεῖνος περὶ πάντας ἐχρῆτο τοὺς ἀγαπῶντας τὸν Θεὸν ἐν ἀληθείᾳ.
Παιονίῳ πρεσβυτέρῳ
134
Ὅσον ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν εἰκάζεις που πάντως αὐτοῖς οἷς ἐπέστειλας· οὕτω τὸ καθαρὸν τῆς καρδίας, ἀφʼ ἧς προῆλθεν ἐκεῖνα τὰ ῥήματα, ἀκριβῶς ἐκ τῶν γραμμάτων κατεμηνύετο. καὶ γὰρκαί add. editi antiqi. ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. ὥστε ἄτοπόν τε καὶ πολὺ τοῦ εἰκότος παρηλλαγμένον πεπονθέναι ὁμολογῶ. σπουδάζων γὰρ ἀεὶ γράμμασιν ἐντυγχάνειν τῆς τελειότητός σου, ἐπειδὴ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν καὶ ἀνέγνων αὐτήν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις, ἢ ἠνιάθην τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος.